20
Χρύσου σταλέντα καὶ τὰ γράμματα ἐπιδείξας, ἔτι δὲ καὶ τὴν ἐκ τοῦ ὀνείρου γεγονυῖαν ἐπὶ τῷ ἐσομένῳ ὄψιν τε καὶ σκιαγραφίαν, κατεστήσατο αὐτοὺς ἐν θαύματι μεγάλῳ, ἐν νῷ ποιουμένους ὡς ἅπαντα ὁ θεὸς συνδιαπράσσεται τῷ βασιλεῖ τούτῳ τὰ τῇ πολιτείᾳ ξυνοίσοντα. 2.3.14 ἐκράτει τοίνυν ἡ τοῦ βασιλέως ἐπίταξις, ὑποχωρούσης 2.3.15 μηχανοποιῶν σοφίας καὶ τέχνης. καὶ γίνεται ὁ Χρύσης αὖθις ἐν πόλει ∆άρας, ἐπιτεταγμένον οἱ πρὸς τοῦ βασιλέως ὑποτελέσαι τὰ γεγραμμένα σπουδῇ τῇ πάσῃ, καθάπερ ἡ τοῦ ὀνείρου ὑποθήκη ἐπήγγελλεν. ἐποίει τε τὰ ἐπιτεταγμένα τρόπῳ τοιῷδε. 2.3.16 Ἐν χώρῳ διέχοντι τοῦ τῆς πόλεως προτειχίσματος ἐς τεσσαράκοντα μάλιστα πόδας, μεταξὺ σκοπέλου ἑκατέρου, ὧν δὴ κατὰ μέσον ὁ ποταμὸς προϊὼν φέρεται, ἀντιτείχισμα ἐτεκτήνατο ὕψους τε καὶ εὔρους ἱκανῶς ἔχον. 2.3.17 οὗπερ τὰ πέρατα οὕτω δὴ ὄρει ἑκατέρῳ πανταχόθι ἐνῆψεν, ὡς τῷ ὕδατι τοῦ ποταμοῦ, ἢν καὶ σφοδρότατα ἐπιρ2.3.18 ρεύσειεν, ἐνταῦθα ἐσιτητὰ μηδαμῆ ἔσεσθαι. τοῦτο δὲ τὸ ἔργον οἱ περὶ ταῦτα σοφοὶ φράκτην ἢ ἀρίδα καλοῦ2.3.19 σιν, ἢ ὅ τί ποτε ἄλλο ἐθέλουσιν. οὐκ ἐπ' εὐθείας δὲ τὸ ἀντιτείχισμα πεποίηται τοῦτο, ἀλλ' ἐπὶ τὸ μηνοειδὲς τετραμμένον, ὅπως ἂν τὸ κύρτωμα πρὸς τῇ τοῦ ποταμοῦ ἐπιρροῇ κείμενον ἔτι μᾶλλον ἀντέχειν τῷ ῥείθρῳ 2.3.20 βιαζομένῳ δυνατὸν εἴη. θυρίδας δὲ ἐς τὸ ἀντιτείχισμα ἔς τε τὰ κάτω καὶ τὰ ἄνω πεποίηται. ὥστε τῷ ποταμῷ πλημμυροῦντι ἐξαπιναίως, ἂν οὕτω τύχοι, ξυνίστασθαι μὲν ἐνταῦθα ἐπάναγκες εἴη καὶ μὴ παντὶ τῷ ῥοθίῳ περαιτέρω χωρεῖν, ἐκροὴν δὲ κατὰ τὰς ὀπὰς ἀφιέντι βραχεῖάν τινα τοῦ μὲν ὑπερβάλλοντος ὄγκου κατὰ μικρὸν ἀπολήγειν ἀεί, τῷ δὲ τείχει λελυμασμένῳ μηδέποτε 2.3.21 εἶναι. ἡ γὰρ ἐκροὴ ἐν τῷ χώρῳ ξυνισταμένη, ὅσπερ ἐς τεσσαράκοντα διήκων πόδας, ᾗπέρ μοι εἴρηται, τῆς τε ἀρίδος καὶ τοῦ προτειχίσματος μεταξύ ἐστιν, οὐδαμῆ τὸ παράπαν βιαζομένη, ἀλλ' ἐς τὰς ξυνειθισμένας εἰσόδους κατὰ λόγον χωροῦσα ἐς τὴν ὀχεταγωγίαν ἐνθένδε εἰσ2.3.22 βάλλει. καὶ τὰς πύλας, ἅσπερ τὸ πρότερον βιασάμενος ἐξαπιναίως ὁ ποταμὸς ἀνεπέτασε, περιελὼν ἐντεῦθεν, λίθοις μὲν παμμεγέθεσι τὴν προτέραν αὐτῶν ἐφράξατο χώραν, ἐπεὶ ἐφ' ὁμαλοῦ κείμεναι τῷ ποταμῷ ὑπερβλύ2.3.23 ζοντι εὐέφοδοι ἦσαν. ἄγχιστα δέ πη ἐν χώρῳ ἀνάντει κατὰ τὸ κρημνῶδες τοῦ περιβόλου αὐτὰς ἔθετο, οὗ δὴ τῷ ποταμῷ βάσιμα ὡς ἥκιστα ἦν. ταῦτα μὲν οὖν οὕτω διαπεπόνηται τῷ βασιλεῖ τούτῳ. 2.3.24 Ἦν δέ τις ἐν πόλει πολλὴ ὕδατος πέρι ἀμηχανία τοῖς τῇδε ἀνθρώποις. οὔτε γὰρ ἀναβλυστάνουσαν εἶχον ἐνταῦθά πη κρήνην, οὔτε ὀχετῷ περιαγομένην ἐς τὰς ἀγυιάς, αἳ τῇδέ εἰσιν, οὔτε τισὶ θησαυριζομένην ἐκείνῃ ἐλύτροις, ἀλλ' οἷς μὲν ἀγχοτάτω ὁ ποταμὸς κατὰ τὰς ἀμφόδους ἐφέρετο, οἵδε ἀταλαιπώρως ἀρυόμενοι τῷ γειτονήματι ῥᾷστα ἔπινον, οἷς δὲ ὡς ἀπωτάτω τῆς τοῦ ποταμοῦ ἐκροῆς τὰ οἴκοι ἐτύγχανεν ὄντα, τούτοις δυοῖν τὸ ἕτερον ἐπάναγκες ἦν, ἢ τὰ ἔσχατα πονουμένοις πιεῖν, ἢ δίψει 2.3.25 ἐχομένοις ἀπολωλέναι. ἀλλ' ὀχετὸν βασιλεὺς Ἰουστινιανὸς ἐτεκτήνατο μέγαν, ᾧ δὴ τὸ ὕδωρ περιαγαγὼν πανταχόσε τῆς πόλεως τὴν ἀπορίαν τοῖς τῇδε ᾠκημένοις 2.3.26 διέλυσεν. ἀλλὰ καὶ ἱερὰ πεποίηται δύο, τήν τε μεγάλην ἐκκλησίαν καλουμένην καὶ τὸν τοῦ ἀποστόλου Βαρθολομαίου νεών. ἔτι μέντοι καὶ τοῖς στρατιώταις καταλυτήρια ἐδείματο παμπληθῆ, ὅπως δὴ τοὺς τῇδε ᾠκημένους μηδαμῶς ἐνοχλοῖεν. 2.3.27 Καὶ Ἀμίδης δὲ πόλεως τό τε τεῖχος καὶ τὸ προτείχισμα ἐν τοῖς ἄνω γενόμενα χρόνοις καὶ ἀπ' αὐτοῦ ὕποπτα ὄντα ἐξίτηλα γενήσεσθαι, οὐ πολλῷ ὕστερον νέᾳ τινὶ καταλαβὼν οἰκοδομίᾳ τῇ πόλει τὴν ἀσφάλειαν ἀνε2.3.28 σώσατο. ὅσα δὲ κἀν τοῖς φρουρίοις αὐτῷ εἴργασται, ἅπερ ἐν τοῖς ὁρίοις τούτων δὴ τυγχάνει τῶν πόλεων ὄντα, ἐρῶν ἔρχομαι. 2.4.1 Ἐκ ∆άρας πόλεως ἰόντι ἐς τὰ Περσῶν ἤθη χώρα τις ἐν ἀριστερᾷ ἐστιν ἀναμάξευτός τε καὶ ἄφιππος ὅλως, κατατείνουσα μὲν ἐς ἡμέραιν ὁδὸν δυοῖν εὐζώνῳ ἀνδρὶ μάλιστα, τελευτῶσα δὲ ἐς χῶρον σιμὸν καὶ ἀπόκρημνον, 2.4.2 Ῥάβδιος ὄνομα. ταύτης δὲ τῆς ἐπὶ τὸ Ῥάβδιος φερούσης ὁδοῦ ἐφ'