ἦσθα. Τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς κρίσιν ἐκάλεσας; Ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα, ὅτε μετήγαγον ἐκ κοιλίας μητρὸς αὐτῆς, ὅτε ἐτίκτετο ἡ θάλασσα, ποῦ ἦς; ὅτε αὐτὴν ἐσκέπασα νεφέλῃ, ὁμίχλῃ δὲ αὐτὴν περιέβαλον, ποῦ ἦς; Καθάπτεται αὐτοῦ ὡς ἀναξίως φθεγξαμένου, 56.582 ἀπὸ ἀκακίας μὲν, πλὴν ἀπ' ἀγνοίας. Καὶ τί ποιεῖ; Οὐκ ἐπὶ πάντων αὐτὸν ἐλέγχει, ἀλλ' ὡς φίλον ἰδίᾳ διορθοῦται. Ὡς οὖν εἶπε ταῦτα, καὶ τὰ τούτοις παραπλήσια (οὐ γὰρ καιρός ἐστι κατὰ μέρος πᾶσαν λέξιν ἑρμηνεῦσαι), καὶ ὁ Ἰὼβ ἐπιγνώμων ἑαυτοῦ γενόμενος (ὁ γὰρ δίκαιος ἐκ πρώτου ἐλέγχου διορθοῦται τὸ σφάλμα), λέγει· Κύριε, ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου εἶδέ σε, καὶ ἐξουδένησα ἐμαυτόν· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Καὶ, Ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Βλέπε πῶς ἀνακαλεῖται τὸ σφάλμα ὁ καλῶς τὴν μέμψιν δεξάμενος. Ἅπαξ ἐλάλησα, καὶ τοῦτο ἀπὸ ἀκακίας, οὐκ ἀπὸ πονηρίας· ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Τίς γάρ εἰμι ἐγὼ κρινόμενος ἐναντίον Κυρίου; Ἃ μὴ προέγνω ὁ Ἰὼβ δι' ἀκακίαν, μανθάνει μετὰ τὸν ἔλεγχον. Εἶτα τί ὁ Θεός; Οὐ συγχωρεῖ αὐτῷ παραιτήσασθαι τὴν κρίσιν, ἀλλά φησιν· Οὐχὶ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Στῆθι, φησὶν, ὡς ἀνήρ. Μὴ νομίσῃς, ὅτι διὰ τοῦτό σε κατέπληξα τῇ δυναστείᾳ, φεύγων τὸ δίκαιον, ἀλλὰ διωρθωσάμην σου τὴν ἀκακίαν. Τὴν μέντοι κρίσιν οὐ παραιτοῦμαι· κρῖνόν με δικαίως, καὶ ἀπαίτει λόγον τῶν γινομένων. Ἐκρίθης ἵνα στεφθῇς, ἐκρίθης ἵνα ἀγασθῇς ἐν πάσῃ τῇ ὑπ' οὐρανόν. Πρὸ τοῦ πάθους μία σε γωνία ἐγνώριζε· μετὰ τὸ πάθος πᾶσα γνωρίσει ἡ ὑπ' οὐρανόν. Ἡ κοπρία σου παντὸς βασιλικοῦ διαδήματος λαμπροτέρα γίνεται. Οἱ τὸ διάδημα φέροντες ἐπιθυμοῦσιν ἰδεῖν σου καὶ τὸν ἀγῶνα καὶ τὸν πόνον τῶν ἀθλημάτων. Παράδεισόν σου ἐποίησα τὴν κοπρίαν, ἐγεώργησα πρὸς εὐσέβειαν, φυτὸν ἐπουράνιον ἀνέδειξα. Ἔλαβες τὰ ἐπουράνια, δέχου καὶ τὰ ἐπίγεια, λάμβανε τὰ πάντα εἰς τὸ διπλάσιον. Ἐνταῦθα μάθε, πᾶς Χριστιανὸς, τὴν σὴν ἐλπίδα, τὴν ὑπεροχὴν τῆς σῆς ἐπαγγελίας. Τῷ Ἰὼβ μὲν γὰρ διπλασίονα ἐπαγγέλλεται, καὶ διπλάσια δίδωσιν· ὁ δὲ Σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· Ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἀλλ' ἐκεῖνο πρόσεχε ἀκριβῶς, ὅπως τὸν μὲν φίλον ἰδίᾳ διορθοῦται, τοὺς δὲ φίλους τοῦ Ἰὼβ ἐλέγχει παῤῥησίᾳ. Καὶ λέγει αὐτοῖς ὁ Θεός· Ἵνα τί οὐκ ἐλαλήσατε ὀρθὰ κατὰ τοῦ θεράποντός μου Ἰώβ; Ἀλλ', ὦ δικαιοκρίτα, ὑπὲρ σοῦ τὸν λόγον ἐθέμεθα, τὴν σὴν δικαιοσύνην ἐκηρύξαμεν, κατεψηφισάμεθα ἀνθρώπου, τὴν δὲ σὴν δικαιοσύνην ἀθώαν ἐδείξαμεν. Ἐνταῦθα οὖν πρόσεχε τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ. Εἰ γὰρ τὸν ὑπὲρ αὐτοῦ λέγοντα κατὰ τοῦ δικαίου οὐ δέχεται, τοὺς κατὰ τοῦ δικαίου λέγοντας παρὰ τὸ δίκαιον δέξεται; Ἐλέγχει οὖν τοὺς φίλους αὐτοῦ, καὶ λέγει· Καὶ νῦν, εἰ μὴ διὰ τὸν δοῦλόν μου Ἰὼβ, ἀπώλεσα ἂν ὑμᾶς. Ὁμοῦ οὖν καὶ ἐλέγχει, καὶ διασώζει. Σώζει μὲν διὰ τὸ μηδὲν πονηρὸν κατὰ τοῦ Θεοῦ λέγειν· ἐλέγχει δὲ τὸν δίκαιον, τὴν ἀκεραιότητα ἐπανορθούμενος· καὶ τιμᾷ μὲν τοὺς φίλους δι' ἐκεῖνον· τιμᾷ δὲ τὸν δίκαιον διὰ τὴν ἄθλησιν, καὶ δίδωσιν αὐτῷ διπλάσιον, καὶ ἀπὸ σκότους αὐτοῦ τὸ φῶς ἔλαμψε καὶ τότε καὶ νῦν. Ἓν δ' ἔτι εἰρηκότες, δείξωμεν τὴν ὑπεροχήν. Ἔλαβε τὰ πρόβατα εἰς τὸ διπλάσιον, βόας, καμήλους, ὄνους εἰς τὸ διπλάσιον· τὰ δὲ τέκνα ἀπολέσας δέκα, εἴκοσιν οὐκ ἔλαβεν. Ἐνταῦθα ζητητέον, πῶς τὰ κτήνη μὲν εἰς τὸ διπλάσιον, τὰ δὲ τέκνα εἰς τὸ ἁπλοῦν. Ἐπειδὴ τὰ κτήνη μὲν καὶ τὰ κτήματα ἀπολλύμενα τέλειον ἀπώλοντο, ἄνθρωπος δὲ ἀποθανὼν εἰς ζωὴν διαφυλάττεται, καὶ εἰς ἀνάστασιν ἐγείρεται. Οὐ δίδωσιν αὐτῷ εἰς τὸ διπλάσιον τὰ τέκνα, ἵνα μὴ ἐκκόψῃ τὴν ἐλπίδα τῶν ἀπελθόντων, ἀλλὰ ἵνα δείξῃ αὐτῷ, ὅτι κἀκεῖνοι, εἰ καὶ προηρπάγησαν, ἀλλὰ ζῶσι. Κἀκεῖνοι μὲν πάντες χορηγοῦνται αὐτῷ· οὐ δίδωσι δὲ αὐτῷ πλὴν δέκα, ἵνα εὑρεθῇ Ἰὼβ οὐκ ἀπὸ ζωῆς εἰς θάνατον, ἀλλ' ἀπ' οἴκου εἰς οἶκον μεταβαίνων. ∆έκα γὰρ αὐτὸν τελέσαντα τὸν βίον μέχρι τάφου προέπεμψαν· δέκα