20
αὐτόν". Καὶ Θεὸν ὠνόμασε τὸν πεποιηκότα τὸν ἄνθρωπον καὶ τὸν οὗ πρὸς μίμησιν ἐξετύπωσεν ὃν διέπλασεν· οὐκ ἐπειδὴ ἄλλο τούτου καὶ ἄλλο ἐκείνου τὸ εἶδος· μία γὰρ δὴ τῆς Τριάδος ἡ φύσις· τούτου γὰρ δὴ χάριν καὶ τὸν Θεὸν ἔφησεν εἰρηκέναι· "Ποιήσω 2.63 μεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." Καὶ ἐπήγαγε "κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν", ἵνα δείξῃ τὸ τῶν προσώπων διάφορον. Καὶ δὴ καὶ τῷ Νῶε περὶ κρεηφαγίας νομο θετῶν καὶ τοῦ αἵματος ἀπαγορεύων τὴν ἐδωδήν, ἔφη τὸν τῶν ὅλων εἰρηκέναι Θεόν· "Ἔδεσθε πάντα ὡς λάχανα χόρτου· πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐκ ἔδεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα ἐκζητήσω· ἐκ πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ. Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρω 2.64 πον." Καὶ οὐκ ἔφη "ἐν εἰκόνι ἐμαυτοῦ", ἀλλ' "ἐν εἰκόνι Θεοῦ", τῶν προσώπων πάλιν δεικνὺς τὸ διάφορον. Καὶ ἡνίκα δὲ κατὰ ταὐτὸν ξυλλεγέντες οἱ κατὰ τοῦ πεποιηκότος λυττή σαντες, τὸν πύργον ἐκεῖνον ᾠκοδόμουν τὸν μέγιστον, τῆς τῶν γλωττῶν ξυγχύσεως τὸν ἐπώνυμον, φάναι τὸν Θεὸν εἴρηκεν ὁ νομοθέτης· "∆εῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσ 2.65 σας." Καὶ τὸ μὲν "καταβάντες συγχέωμεν" δηλοῖ τὸ ὁμότιμον· οὐ γὰρ εἶπε "κατάβηθι" ἢ "καταβήτω", ὅπερ δὴ τοὶς ὑπη κόοις καὶ προσταττομένοις ἁρμόττει, ἀλλὰ "καταβάντες συγχέω μεν", ὃ σαφῶς δηλοῖ τὴν ἰσότητα· τὸ δὲ "δεῦτε" τὸν Υἱὸν καὶ 2.66 τὸ Πνεῦμα σημαίνει, τῆς δημιουργίας τοὺς κοινωνούς. Ἐπειδὴ γὰρ καὶ διαπλάττων τὸν ἄνθρωπον ἔφη "ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν", εἰκότως ἄρα καὶ μερίζων εἰς πολλὰς τὴν μίαν φωνὴν ξυνεργοὺς λαμβάνει τὸν 2.67 Υἱὸν καὶ τὸ πανάγιον Πνεῦμα. Χρόνῳ δὲ ὕστερον πρηστῆρσι καὶ κεραυνοῖς ἀναλῶσαι τὰ Σόδομα βουληθεὶς καὶ τὰς ἀγχιτέρμονας πόλεις, τῆς ἀσεβείας καὶ παρανομίας τὰς κοινωνούς, δυάδα Κυ ρίων ἡμῖν ἐπέδειξε, καί φησι Μωϋσῆς ὁ ταῦτα ξυγγεγραφώς· "Καὶ ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα πῦρ 2.68 καὶ θεῖον ἐκ τοῦ οὐρανοῦ." Καὶ ἵνα μή τις ὑπολάβῃ, τοῦτον μόνον τὸν προφήτην τὰ περὶ τῆς θείας εἰρηκέναι Τριάδος, ἀκού σατε, ὦ φιλότης, καὶ τοῦ θεσπεσίου βοῶντος ∆αυίδ· "Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν." Καὶ πάλιν· "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Καὶ μετὰ βραχέα δὲ πρὸς τὸν αὐτὸν Κύριον ὁ τοῦ Κυρίου λέγει πατήρ· "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε." Καὶ ἐν ἑτέρῳ ψαλμῷ· "Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβ δος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνο μίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως 2.69 παρὰ τοὺς μετόχους σου." Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν καὶ Ἡσαΐας ὁ προφήτης καὶ Ἱερεμίας καὶ Ἰεζεκιὴλ καὶ ∆ανιὴλκαὶ Ζαχαρίας καὶ Μιχαίας καὶ ἅπας ὁ τούτων προσφέρει χορός· ἀλλὰ παρέλκον οἶμαι ταῦτα ὑμῖν ἐπιδεικνύναι μηδέπω προσενη νοχόσι τὴν ὁμολογίαν τῆς πίστεως. 2.70 Ἐφ' ἑτέραν τοίνυν μέθοδον διδασκαλίας τραπήσομαι καὶ δείξω τὸν Πλάτωνα καὶ τοὺς μετ' ἐκεῖνον ἐκ τούτων μὲν τῶν θείων ἀνδρῶν τῆς θεολογίας σεσυληκότας τινά, τοῖς δὲ σφετέροις ἐντε 2.71 θεικότας ξυγγράμμασιν. Καὶ γὰρ ὁ Πλάτων, ἐν οἷς πρὸς Κορί σκον ἐπέστειλε, καὶ τάδε προστέθεικεν· "Ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδιᾷ καὶ τὸν πάντων θεῶν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα καὶ κύριον ἐπομνύντας, ὅν, ἐὰν ὀρθῶς φιλοσοφῆτε, εἴσεσθε." Ταῦτα, ὦ φίλοι ἄνδρες, τοῦ Πλάτωνός 2.72 ἐστι δόγματα. Ἀλλὰ τούτων τὰ μὲν ἀξιέπαινα καὶ τῆς ἀποστο λικῆς καὶ προφητικῆς διδασκαλίας ἐχόμενα, τὰ δὲ τῆς Ἑλληνι 2.73 κῆς μυθολογίας κυήματα. Τῷ μὲν γὰρ φάναι ἄλλον εἶναι τὸν τοῦ παντὸς ἡγεμόνα καὶ αἴτιον, ἄλλον δὲ τὸν τοῦ αἰτίου πατέρα, ἀτεχνῶς ἔδειξε τὴν ἀλήθειαν, ἐξ ἧς ἀρυσάμενος τοὺς οἰκείους διεκάλλυνε λόγους· τῷ δέ γε θεῶν αὐτὸν