1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

20

τος, τῆς βλάβης καὶ ἡμεῖς συμμετάσχωμεν. ∆ʹ. -Περὶ Ἀρτέμωνος. Καὶ Ἀρτέμων δέ τις, ὅν τινες Ἀρτεμᾶν ὀνομά 83.392 ζουσι, τὰ μὲν κατὰ τὸν τῶν ὅλων Θεὸν παραπλησίως ἡμῖν ἐδόξασεν, αὐτὸν εἰρηκὼς εἶναι τοῦ παντὸς ποιητήν· τὸν δὲ Κύριον Ἰησοῦν Χριστὸν ἄνθρω πον εἶπε ψιλὸν, ἐκ παρθένου γεγεννημένον, τῶν δὲ προφητῶν ἀρετῇ κρείττονα. Ταῦτα δὲ καὶ τοὺς ἀπο στόλους ἔλεγε κεκηρυχέναι, παρερμηνεύων τῶν θείων Γραφῶν τὴν διάνοιαν, τοὺς δὲ μετ' ἐκείνους θεολογῆ σαι τὸν Χριστὸν, οὐκ ὄντα Θεόν. Εʹ. -Περὶ Θεοδότου. Καὶ Θεόδοτος δὲ ὁ Βυζάντιος ὁ σκυτεὺς ταὐτὰ τούτῳ πεφρονηκὼς, ἑτέρας ἡγήσατο φρατρίας. Τοῦτον δὲ ὁ τρισμακάριος Βίκτωρ, ὁ τῆς Ῥωμαίων ἐπίσκοπος, ἀπεκήρυξεν, ὡς παραχαράξαι πειραθέντα τῆς Ἐκκλησίας τὰ δόγματα. Κατὰ τῆς τούτων αἱ ρέσεως ὁ σμικρὸς συνεγράφη Λαβύρινθος, ὅν τινες Ὠριγένους ὑπολαμβάνουσι ποίημα, ἀλλ' ὁ χαρακτὴρ ἐλέγχει τοὺς λέγοντας. Εἴτε δὲ ἐκεῖνος, εἴτε ἄλλος συνέγραψε, τοιόνδε ἐν αὐτῷ διηγεῖται δι ήγημα. Νατάλιον ἔφη τινὰ, τῶν γενναίων ὁμολογητῶν ἕνα γεγενημένον, ἐξαπατηθῆναι ὑπὸ Ἀσκληπιάδου καὶ Θεοδότου ἑτέρου τῆς αὐτῆς ὄντων αἱρέσεως, ὥστε ἐπὶ μισθῷ προστατεῦσαι τῆς φρατρίας, διὰ τὸ τῆς ὁμολογίας ἐπίσημον. Ὑπέσχοντο δὲ παρέξειν αὐτῷ πεντήκοντα καὶ ἑκατὸν καθ' ἑκάστην ἡμέραν δηνά ρια. Τούτῳ πολλάκις ὁ τῶν ψυχῶν ἰατρὸς παρῄνεσεν ἀπαλλαγῆναι τῆς πλάνης, οὐχ ὑπὲρ τούτων λέγων αὐτὸν, ἀλλ' ὑπὲρ τῶν εὐαγγελικῶν ἠθληκέναι δογ μάτων. Ἐπειδὴ δὲ οὐχ ὑπεῖξε, τῇ τιμῇ δεδουλωμέ νος, ἣν ἔχειν ὑπελάμβανε τῶν ἐξηπατημένων ἡγού μενος, χαλεπὰς αὐτῷ δι' ἀγγέλων ἐπήνεγκε μάστι γας. Τῇ πείρᾳ δὲ μαθὼν τίνων ἐστὶ πρόξενον τὸ ἀντι τείνειν Θεῷ, κατὰ τάχος μὲν ἕωθεν εἰς τὴν ἐκκλησίαν ἀφίκετο· τοῦ δὲ ἀρχιερέως προκυλινδούμενος, ἐδεῖτο πρεσβείαν ὑπὲρ αὐτοῦ τῷ φιλανθρώπῳ προσενεχθῆ ναι ∆εσπότῃ. Ὀλοφυρόμενον δὲ καὶ ποτνιώμενον ᾤκτειρεν ἐκεῖνος, καὶ χεῖρα ὤρεξεν εἰς μετάνοιαν. Ταῦτα περὶ τούτου φήσας ὁ προῤῥηθεὶς συγγραφεὺς, προστέθεικεν, ὡς οἱ τὴν αἵρεσιν συντεθεικότες ῥᾳ διουργῆσαι τὴν θείαν Γραφὴν ἐτόλμησαν, καὶ τὰ μὲν περικόψαι, τὰ δὲ προσθεῖναι· διωρθωκέναι τὰ οὐκ εὖ ἔχοντα λέγοντες, καὶ σοφωτέρους ἑαυτοὺς τοῦ παναγίου Πνεύματος ἀποφαίνοντες. Καὶ οὐδὲ τοῦτο συμφώνως αὐτοὺς δεδρακέναι λέγει, ἀλλὰ ἄλλως μὲν τὸν Θεόδοτον, ἑτέρως δὲ τὸν Ἀσκληπιάδην, καὶ Ἑρμόφιλον ἄλλως, καὶ τὸν Ἀπολλωνίδην ἑτέρως· καὶ τούτων δὲ ἕκαστον ἐπιδιορθώσεις τῶν οἰκείων ποιή σασθαι, ὥστε πολλὴν εἶναι τῶν ἀντιγράφων διαφω νίαν. Περὶ μὲν οὖν τούτων ταῦτα μεμαθήκαμεν. ςʹ. -Περὶ Μελχισεδεκιανῶν. Τοὺς δὲ Μελχισεδεκιανοὺς, τμῆμα μὲν εἶναι τού των φασὶ, καθ' ἓν δὲ μόνον διαφωνεῖν, τὸ τὸν 83.393 Μελχισεδὲκ δύναμίν τινα καὶ θείαν καὶ μεγίστην ὑπολαμβάνειν, κατ' εἰκόνα δὲ αὐτοῦ τὸν Χριστὸν γε γενῆσθαι. Ἦρξε δὲ τῆς αἱρέσεως ταύτης ἄλλος Θεό δοτος, ἀργυραμοιβὸς τὴν τέχνην. Ζʹ. -Περὶ Ἐλκεσαίων. Οἱ δὲ Ἐλκεσαῖοι, ἔκ τινος Ἐλκεσαῒ τῆς αἱρέσεως ἄρξαντος τὴν προσηγορίαν λαβόντες, ἐκ διαφόρων αἱρέσεων μύθους ἐρανισάμενοι, τὴν οἰκείαν συντεθείκασι