20
ὀφθαλμῶν αὐτῶν." ∆ιὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· "Σοφίαν λαλοῦμεν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνω κεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης 80.921 ἐσταύρωσαν." Καὶ πάλιν· "Τὸ μυστήριον τὸ ἀπο κεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γε νεῶν." Εἰκότως τοίνυν οἱ Ἑβδομήκοντα τοῦ Υἱοῦ τὸν θάνατον ὠνόμασαν κρύφιον. βʹ, γʹ. "Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρ δίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί· ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε." Τῶν τελείων ἴδιον, τὸ πᾶ σαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν, καὶ πᾶσαν αὐτῷ καθιεροῦν τὴν διάνοιαν. "Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου." Ὁ δὲ μερίζων τοὺς λογισμοὺς εἰς μαμωνᾶν καὶ Θεὸν, εἰς Χριστὸν καὶ χρυσὸν, εἰς τὸν παρόντα καὶ τὸν μέλ λοντα βίον, οὐ δύναται ἀληθεύων λέγειν· "Ἐξομο λογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου." Ὁ δὲ προφήτης πνευματικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προ ϊδὼν, οὐκ ἐξομολογεῖται μόνον ἐν ὅλῃ καρδίᾳ, ἀλλὰ καὶ διηγεῖται αὐτοῦ πάντα τὰ θαυμάσια, κοινωνοὺς τοὺς ἀκούοντας τῆς ὑμνῳδίας ποιούμενος, καὶ βου λόμενος μόνον τὸν εὐεργέτην ὑμνεῖν· καὶ θυμη δίας ἀφορμὴν οὐ πλοῦτον ἔχειν καὶ δυναστείαν, οὐδὲ ὑγίειαν καὶ σώματος εὐεξίαν, ἀλλὰ τοῦ Θεοῦ τὴν μνήμην. "Εὐφρανθήσομαι γὰρ, φησὶ, καὶ ἀγαλλιάσομαι ἐν σοί." Οὕτω καὶ ἀλλαχοῦ· "Ἐμνή σθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην." Καὶ ἑτέρωθι, "Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι." Καὶ πάλιν· "Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον." δʹ. "Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου." Ταῦτα ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, Ἄσω τῷ ὀνόματί σου, Ὕψιστε, ἀνατραπέντων τῶν ἐχθρῶν μου εἰς τὰ ὀπίσω, καὶ προσκοψάν των καὶ ἀπολομένων ἐκ προσώπου σου. Θεα σάμενος γὰρ τοὺς ἐμοὺς δυσμενεῖς καταλυθέντας, καὶ εἰς φυγὴν τραπέντας, εἶτα ἁλόντας καὶ παν ωλεθρίαν ὑπομείναντας, ὑμνῶ σε καὶ τὰς σὰς ᾄδων εὐεργεσίας διατελῶ. Ταῦτα δὲ ὁ προφήτης ὑπὲρ τῆς ἀνθρωπίνης διεξέρχεται φύσεως· ἅτε δὴ τοῦ ἀλάστορος ἀπαλλαγεὶς, καὶ τὴν ἐλευθερίαν διὰ τῆς θείας χάριτος δεξάμενος. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ἐξ αὐτοῦ τοῦ Σωτῆρος οὗτος εἴρηται ὁ ψαλμὸς, ἀλλὰ μᾶλλον πρὸς αὐτὸν, ὡς πρὸς εὐερ γέτην, ἀπὸ τῶν εὖ πεπονθότων, ὡς αὐτὰ διδάσκει τὰ ῥήματα. εʹ. "Ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου." Τίνα τρόπον; "Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Καὶ ψῆφον ποίαν ἐξήνεγκεν;" 80.924 ϛʹ. "Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Οὐ γὰρ ἠνέσχου, φησὶν, ἐπὶ πλεῖστον περιϊδεῖν τῶν ἀνθρώπων τὴν φύσιν ὑπὸ τοῦ πικροῦ τυράννου δουλουμένην κακῶς, ἀλλ' οἷόν τις δικαστὴς, ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ φοβεροῦ βήματος καθίσας, τοιαύτην αὐτῷ τιμωρίαν ἐπ ήνεγκας, ὥστε λήθῃ παντελεῖ τούτου παραδοθῆναι τὴν μνήμην. Τὸ δέ γε, "Ἐπετίμησας ἔθνεσι, καὶ ἀπ ώλετο ὁ ἀσεβὴς," ταύτην ἔχει τὴν διάνοιαν· ∆ιὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν μετ' ἐκείνους τῆς ἀλη θείας κηρύκων, προσήνεγκες τοῖς ἔθνεσι τὰ θεῖα δόγματα· ἐκείνων δὲ δεξαμένων, καὶ τῆς πλάνης ἀπαλλαγέντων, ἀπώλετο ὁ ἀσεβὴς, τοὺς ἀπατωμέ νους καὶ προσκυνοῦντας οὐκ ἔχων. Οὕτω Βαρνά βας καὶ Παῦλος θῦσαι πειραθεῖσι Λυκάοσιν ἐπετί μησαν βοῶντες· "Τί ποιεῖτε, ἄνδρες; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων πρὸς τὸν Θεὸν ὑμᾶς ἐπιστρέφοντες." Οὕτω Γαλάταις ὁ μακάριος ἐπετίμησε Παῦλος· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμέ νος;" Οὕτω Κορινθίοις· "Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, οἵα οὐδ' ἐν τοῖς ἔθνεσιν ὀνομάζεται." Ἐπετίμησε τοίνυν ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβὴς, καὶ τὸ ὄνομα αὐτοῦ ἐξήλειψεν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐσβέσθησαν γὰρ παν τελῶς τῆς ἀσεβείας αἱ τελεταὶ, καὶ λήθῃ παντελεῖ παρεδόθησαν, ὡς μηδένα τῶν νῦν