20
καὶ μελέτη πολλῶν ἀγαθῶν πρόξενος γένοιτ' ἂν ἡμῖν. Ταύταις ταῖς θείαις συνθήκαις συγκατατιθέμενοι καὶ συνεπόμενοι ἐπεδώκαμεν ἑαυτοὺς ὡς τῷ Κυρίῳ τῷδε τῷ συστήματι (φησὶ γάρ· ὁ ποιήσας ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ πεποίηκεν), μηδὲν τῶν κειμένων ἀθετοῦντες μηδὲ παραμελοῦντες, ὡς ἐάν ποτε ὀφθείη τις τῶν ἀδελφῶν ἢ παρορῶν τὸν κείμενον νεκρὸν καὶ μὴ ἀναφέροι τῷ τὰ πρῶτα φέροντι τῆς ἀδελφότητος ἢ ἐν τοῖς ἀρίστοις φθεγγόμενος ἃ μὴ θέμις καὶ πράττων τὰ οὐχ ὅσια, ὡς ἐντεῦθεν τὸν θεὸν παροργίζεσθαι, ἐπιτιμίῳ ὑποβάλλεσθαι παρὰ τοῦ προκαθηγουμένου, τριῶν ἡμερῶν ἀποχὴν οἴνου ἢ ἀργυρίου ἑνὸς καταβολήν, εἶθ' οὕτως αἰτεῖν πρὸς τὸ ἑξῆς βελτίωσιν. πρὸς τούτοις φυλάττεσθαι ἡμᾶς καὶ τό, ὅταν τύχῃ ἑνὶ τῶν ἀδελφῶν ἡμῶν ὁ κοινὸς θάνατος, πάντας συναθροίζεσθαι ἐπὶ τὸ αὐτὸ καὶ τὴν ἐκκομιδὴν καὶ ἐνταφίασιν αὐτοῦ ποιεῖσθαι, ὥστε καὶ ἐκ τούτου τὸ καλὸν ἡμῶν σύναγμα ἐπαινεῖσθαι πρὸς δόξαν καὶ αἶνον τοῦ μεγαλοδώρου θεοῦ ἡμῶν. Πίστει οὖν καὶ φόβῳ τῷδε τῷ γραμματείῳ συντάξαντες ἑαυτοὺς καὶ τὰ ἑαυτῶν ὀνόματα ὑπεσημηνάμεθα σὺν τοῦ ποσοῦ, τὴν μισθαποδοσίαν ταύτης ἡμῶν τῆς ἐλαχίστης προθέσεως ἀπεκδεχόμενοι ἐν τῷ μέλλοντι αἰῶνι παρὰ τοῦ μισθαποδότου δικαίου κριτοῦ τῶν ὅλων Ἰησοῦ Χριστοῦ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν. 14 {1Ἰγνατίῳ ἡγουμένῳ}1 Πρὸ παντὸς ἄλλου τὸ τῆς προσηγορίας χρέος ἀποτιννύω τῇ πατρικῇ σου ἁγιωσύνῃ (ὤφελον γάρ), εἶθ' οὕτως τὴν αἰτίαν τῶν γραμμάτων ἀπαγγελῶ. πρόβατον ἡμῶν λογικόν, ὁ δεῖνα ὁ ἀδελφός, δελεασθεὶς ὑπὸ τῆς πολυμεθόδου πανουργίας τοῦ ψυχοφθόρου λύκου, ἀπεξεώθη τῆς ταπεινῆς ἡμῶν ποίμνης καί, ὡς ἔγνωσται ἡμῖν, προσεδέχθη ἐν τῇ μονῇ τῆς ὁσιότητός σου. καὶ εἰ μὲν παρευθὺ δεξαμένη νενουθέτηκεν τὰ πρὸς ὑποστροφήν, ὑποδεικνύουσα τὴν ἀπάτην καὶ τὸν ὄλεθρον ὃν πέπονθεν, εἶτα βελτιώσασα ἀνθυπήγαγεν πρὸς τὴν εὐτέλειαν ἡμῶν, οὐδὲν τὸ ἀπεικός, ἀλλὰ καὶ τὸ ἐφαρμόζον αὐτῇ, ὡς ἐντετάλμεθα ὑπὸ τῶν ἁγίων. ἐπεὶ δὲ τοσοῦτος χρόνος παρίππευσεν καὶ οὐδαμοῦ ἡ ἀνάλυσις, ἐρωτηθῆναι βούλομαι, ποίῳ τρόπῳ τὸν μαθητήν μου ἐπικρατεῖ ἡ θεοφιλία σου. ὡς ἀγνοοῦσα; ἀλλ' ἔδει μετ' ἐπιγνώσεως ὃν οὐκ ἀπέκειρεν ἀποπέμψασθαι. ὡς γινώσκουσα; πολὺ τὸ ἐπιβλαβές· ἐπίσταται γὰρ τί νομοθετεῖ ὁ θεῖος καὶ μέγας Βασίλειος, τοῦ ἀπρόσδεκτον εἶναι ἐν πάσαις ταῖς ἀδελφότησι τὸν ἀποπηδῶντα τῆς τῶν οἰκείων ἀδελφῶν συναφείας. πῶς γὰρ ἂν καὶ συσταίησαν τὰ κοινόβια, εἰ μὴ τοῦτο παρατηρηθείη πρό γε πάντων τὸ κεφάλαιον; εἰ γὰρ ἐπὶ τῶν παιδοδιδασκάλων τοῦ κόσμου τούτου οὐχ οἷόν ἐστι δέξασθαι ἐν τοῖς μαθήμασί τινα τὸν ἐν ἑτέρᾳ σχολῇ προπαραδοθέντα παῖδα ἢ τοῦτο ποιοῦντα ὑποβάλλουσι συνηθροισμένοι οἱ πάντες ἐπιτιμίοις ζημίαν, πόσῳ γε μᾶλλον ἐφ' ἡμῶν, ἁγιώτατε πάτερ, τῶν ἐκκλησίας θεοῦ κατεχόντων καὶ ψυχῶν καθηγουμένων κατὰ μίμησιν τοῦ πρώτου διδασκάλου καὶ ποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ; οἶδα τοίνυν ὅτι πεπληρωμένος εἶ σοφίας καὶ γνώσεως, ἀλλὰ δέομαί σου ἐπιγνῶναι τὸ πραττόμενον ἔκτοπον, καὶ μάλιστα αὐτὸς ὁ προέχων τῶν ἄλλων καὶ βρίθων ἐν ἱερᾷ ἀδελφότητι· ἢ οὐκ οἶδας, ὁσιώτατε, ὅτι καὶ αὐτῷ τῷ ποιμνίῳ σου ἐπιβλαβές ἐστι συνάπτειν πρόβατον ἑτεροδέσποτον; Τοσούτου οὖν ὄντος λοιπὸν ὁμολογουμένως τοῦ κακοῦ ἀντιβολοῦμεν, ἡνίκα δέξηται ἡμῶν τὰ εὐτελῆ γράμματα, παραδοῦναι αὐτὸν τοῖς πρὸς αὐτὸ τοῦτο πεμφθεῖσιν ἀδελφοῖς ἡμῶν, ἵνα ἀγάγωσιν αὐτὸν πρὸς τὴν ἰδίαν ποίμνην μεθ' ὧν ἐσφετερίσατο πραγμάτων τῆς ἐκκλησίας. εἰ δὲ ἀπειθείᾳ χρῆται ὁ ἀδελφός, ἀποσκορακίσαι αὐτὸν θελήσει τῆς ἱερᾶς αὐτοῦ ποίμνης παραυτίκα. εἰ δέ, ὅπερ οὐκ οἰόμεθα, μετὰ τὴν γνῶσιν ταύτην ἐπικατέχειν αὐτὸν βούλεται, γινωσκέτω ὅτι δεδεμένος ἐστὶ παρ' ἡμῶν οὐκ ἀλόγως, ἀλλὰ καὶ λίαν ἐγκεκριμένως, μᾶλλον δὲ ὑπὸ τῆς Ἁγίας Τριάδος καὶ πάσης θεσμοθεσίας ἱερατικῆς τοῦ ἀκοινώνητον αὐτὸν εἶναι τῶν θείων δώρων, ἐπεὶ καὶ ἀμέτοχον τῶν ἐξωτέρων βρωμάτων, ἕως ἂν ἀνθυποστρέψας εἰσοικισθῇ ἐν