20
, ὅτι ἠγάπησαν αὐτὸν καὶ ἐτήρησαν αὐτοῦ τὰς ἐντολάς, πῶς οὐχὶ ἀκό λουθον αὐτοὺς ὁμολογῆσαι, ὅτι καὶ αὐτὸς τὴν ὑπόσχεσιν, ἥνπερ αὐτοῖς ἐπηγγεί λατο, εὐθὺς ἐξεπλήρωσεν ἐρωτήσας τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψας αὐτοῖς· εἰ γὰρ ἐκείνων οὐ μόνον ἀγαπησάντων, ἀλλὰ καὶ ἀποθανεῖν προελομένων ὑπὲρ αὐτοῦ αὐτὸς μὴ ἀπέστειλεν αὐτοῖς, ὡς ἐπηγγείλατο, τὸν παράκλητον κατὰ τὴν Φρυγιακὴν ἀσέβειαν, ψευδὴς ἐν ταῖς ἐπαγγελίαις εὑρεθήσεται. εἰ δὲ ἀλήθεια ὑπάρχων ἀπέστειλεν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον, μάτην πλανώμενοι φαντάζουσι φάσκοντες διὰ Μοντανοῦ καὶ Πρισκίλλης ἀπε στάλθαι τὸν παράκλητον μετὰ διακόσιά που καὶ τριάκοντα ἔτη τῆς ἀποστο λικῆς χάριτος γενομένων. 261 Jo 14, 15-16 Ἐξ ὧν πάντα ἐποίησαν οἱ ἀπόστολοι τὰ τοῦ θεοῦ θελήματα καὶ ὑπερ απέθανον αὐτοῦ δῆλον, ὅτι ἐτήρησαν αὐτοῦ τὰς ἐντολάς. οὐκοῦν ἠξιώθησαν καὶ τῆς τοῦ ἁγίου πνεύματος ἐνοικήσεως εὐθὺς καὶ διαψεύδονται ἡ τῶν κατὰ Φρύγα αἵρεσις λέγοντες μετὰ σʹ λʹ ἔτη διὰ Μοντανοῦ καὶ Πρισκίλλης καὶ Μαξι μίλλης ἀπεστάλθαι τὸν παράκλητον. ἐξ ὧν δὲ λέγει αἰτεῖν τὸν πατέρα, ἵνα ἄλλον παράκλητον πέμψῃ, σαφῶς τὰ τρία πρόσωπα τῆς μιᾶς παρίστησι τριάδος· οὐδεὶς γὰρ λέγει, ὅτι ἑαυτόν τις αἰτεῖ καὶ ἑαυτὸν πέμπει ὅπερ φασὶν οἱ τὰς ὑποστάσεις συγχέοντες. 262 Jo 14, 17 Κόσμον ὧδε λέγει τοὺς κοσμικοὺς ἀνθρώπους τοὺς μηδὲν ἔξω τῶν ὁρω μένων πιστεύοντας εἶναι. διὸ καὶ τὸ πνεῦμα τῆς ἀληθείας οὐκ ἠδύναντο φύσει ὂν ἀσώματον λαβεῖν καὶ θεωρεῖσθαι ὑπ' αὐτῶν οὐ δυνάμενον. ὡς ἤδη δὲ αὐτῶν ἐν πνεύματι ἁγίῳ βαπτισθέντων καὶ ἐχόντων ἐν ἑαυτοῖς τὸν ἁγιασμὸν εἶπεν, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται· τὴν γὰρ διὰ τοῦ βαπτίσματος λαβόντες δωρεὰν ἤμελλον καὶ τὴν διὰ τοῦ παρακλήτου λαμβάνειν δωρεὰν μετ' οὐ πολύ. 263 Jo 14, 18 Οὐδέποτε γὰρ τῆς ἑαυτοῦ προνοίας εἴασεν ἐρήμους αὐτούς, ὅπου γε καὶ μετὰ τὴν ἀνάστασιν πλειστάκις συνηυρέθη αὐτοῖς. 264 Jo 14, 19 Ἤμελλε γὰρ μετὰ τὴν ἀνάστασιν μόνοις ὀφθῆναι τοῖς μαθηταῖς, ἀρραβῶνα διδόναι πιστοῖς τῆς μελλούσης ἀϊδίου ζωῆς. 265 Jo 14, Τότε φησὶν θεασάμενοί μου τὴν δόξαν μέλλετε πληροφορεῖσθαι, ὅτε πάντες ἑνωθησόμεθα τῷ τῆς ἀγάπης συνδέσμῳ ἑκάστης ὑποστάσεως μενούσης ἐν τοῖς ἰδίοις ὅροις. 266 Jo 14, 21 Γνώρισμα τῆς πρὸς τὸν Χριστὸν ἀγάπης ἡ τῶν ἐντολῶν αὐτοῦ τήρησις. 267 Jo 14, 22 Ἤθελεν ὁ Ἰούδας, ἵνα ὡς φίλος πάντα τὸν κόσμον ἀξιώσῃ τοῦ τοιούτου ἀγαθοῦ τῆς ἑαυτοῦ θεοπτίας. 268 Jo 14, 22-24 Ἐβούλετο ἐκεῖνος διὰ τὴν προJoῦσαν φιλανθρωπίαν μὴ μόνον τοῖς μαθη ταῖς τὴν ἐκ τῆς ἐπιφανείας ὑπάρξαι ὠφέλειαν, ἀλλ' ὁμοῦ, εἰ οἷόν τε ἦν, παντὶ τῷ κόσμῳ. ὁ δέ γε κύριος βουλόμενος δεῖξαι, ὅτι οὐ πάντων ἐστὶ καταξιοῦσθαι τοιούτων, διὰ τῆς ἀποκρίσεως παρίστησιν ὡς μόνοι οἱ φυλάσJoντες αὐτοῦ τὰς ἐντολὰς ἄξιοι φανήJoνται τῆς τε αὐτοῦ ἐπιφανείας καὶ τῆς τοῦ πατρὸς ἀγάπης. ὁ δὲ μὴ πιστεύων μηδὲ τηρῶν αὐτοῦ τοὺς λόγους, ἀλλότριος παντελῶς τῆς ἀγάπης αὐτοῦ καθέστηκεν. τὸν δὲ λόγον τῆς διδασκαλίας οὐκ ἴδιον, ἀλλὰ τοῦ πέμψαντος αὐτὸν πατρὸς εἶναι εἰρηκὼς σαφῶς καὶ ἐκ τούτου τὸ διάφορον τῶν προσώπων ὑπέδειξεν. 269 Jo 14, 23 ∆ι' ὧν λέγει, σημαίνει, ὅτι οὐ πάντες ἀξιοῦνται τῶν εἰρημένων, ἀλλ' οἱ τηροῦντες τὰς ἐντολὰς αὐτοῦ, ἃς παρέδωκε διδάξας δι' ἑαυτοῦ. ἐπαγγέλλεται δὲ πληθυντικῶς εἰπὼν ἐλευσόμεθα τὴν ἐν τοῖς πιστοῖς ἐνοίκησιν, ἵνα ἀνέλῃ τὴν Σαβελλίου αἵρεσιν τὴν ἕνα λέγουσαν τὸν πατέρα καὶ τὸν υἱόν. 270 Jo 14, 24 Ὁ ἀπιστῶν αὐτοῦ τοῖς λόγοις, ἀλλότριός ἐστι τῆς αὐτοῦ ἀγάπης. τὸ δὲ ὅλον τῆς διδασκαλίας τῷ πατρὶ ἀναθεὶς τὸ τῶν ὑποστάσεων παρίστησιν ἰδιο σύστατον, δι' ὧν λέγει τὸν ἀποστείλαντα καὶ ἀποσταλέντα. 271 Jo 14, 26 ∆ιδαχθῆναι μὲν καὶ τοὺς ὁτεδήποτε γενηJoμένους μετὰ ταῦτα ὑπὸ τοῦ παρακλήτου ἐνεχώρει, ἀναμνησθῆναι δὲ ὑπ' αὐτοῦ τοὺς μὴ πρότερον ὑπὸ τοῦ κυρίου μαθόντας παντελῶς ἀδύνατόν ἐστιν. προηγουμένως οὖν τοῖς ἀποστόλοις τοῖς πρότερον παρ' αὐτοῦ ἀκούσασιν, μετέπειτα δὲ καὶ ὑπὸ τοῦ