20
φοβηθεὶς φυγὰς αὖθις τὴν Ῥώμην κατέλαβεν, παραυτὰ δὲ καὶ Παῦλος ἀπὸ Θεσσαλονίκης· οἳ καὶ προσελθόντες τῷ Κώνσταντι τὰ καθ' ἑαυτοὺς διηγήσαντο. ὁ δὲ Κώνστας ἐπαλγήσας τοῖς ἁγίοις γράφει Κωνσταντίῳ τῷ ἀδελφῷ λυπούμενος, ἢ ἀποδοῦναι Παύλῳ καὶ Ἀθανασίῳ τοὺς ἰδίους θρόνους, ἢ πόλεμον ἀπειλῶν κινεῖν κατ' αὐτοῦ. προετρέψατο δὲ αὐτὸν καὶ τοῦ γενέσθαι σύνοδον ἐν Σερδικῇ, ἐν ᾗ τῶν ἑσπερίων συνῆλθον ἐπίσκοποι τʹ, ἀνατολικοὶ δὲ λϛʹ. οὗτοι τοῖς δυτικοῖς ἀντέπιπτον αἰτοῦντες ἐξελασθῆναι πρότερον Ἀθανάσιον καὶ Παῦλον· ὁ δὲ Ὅσιος, ὁ Κουδρούβης ἐπίσκοπος, καὶ Πρωτογένης Σερδικῆς οὐκ ἠνέσχοντο μὴ παρεῖναι τοὺς ἁγίους Ἀθανάσιον καὶ Παῦλον. τότε οἱ ἀνατολικοὶ ἐν Φιλιππουπόλει γενόμενοι ἀναιδῶς τὸ ὁμοούσιον ἀνεθεμάτισαν. οἱ δὲ ἐν Σερδικῇ ὀρθόδοξοι τὸν ὀρθὸν τῆς ἐν Νικαίᾳ πίστεως ὅρον ἐκύρωσαν τὸ ἀνόμοιον ἀναθεματίσαντες· ἀποδεδώκασι δὲ καὶ τοὺς θρόνους Ἀθανασίῳ καὶ Παύλῳ καὶ Μαρκέλλῳ τῷ Ἀγκύρας ὁμολογοῦντι τὸ ὁμοούσιον καὶ ἀπολογουμένῳ, μὴ ἐννοεῖσθαι τὰ συγγραφέντα αὐτῷ τοῖς διαβάλλουσιν αὐτόν. οὕτω τῆς ἐν Σερδικῇ συνόδου πραξάσης κατὰ τῶν ἀποδιαστάντων ἀνατολικῶν καὶ κυρωσάσης τὸ ὁμοούσιον, Κωνστάντιος δῆθεν Ἀθανάσιον καὶ Παῦλον ἐντίμως ἐδέξατο καὶ τοὺς ἰδίους θρόνους ἀποδέδωκεν· καὶ οὕτως Ἀθανάσιος ἐν Ἀλεξανδρείᾳ ἦλθε καὶ ἀπεδέχθη μετὰ χαρᾶς μεγάλης ἐξώσας Γεώργιον τὸν Ἀρειανόν. Μαγνεντίου δὲ ἐν Γαλλίαις τυραννήσαντος καὶ Κώνσταν τὸν 44 εὐσεβῆ ἀνελόντος, Κωνστάντιος ὁ Αὔγουστος διατρίβων ἐν Ἀντιοχείᾳ καὶ μαθών, παρευθὺ τὸν Παῦλον ἀποστείλας τῆς πόλεως ἐξώρισεν ἐν Κουκουσῷ· κἀκεῖ ὑπὸ Ἀρειανῶν ἀναιρεῖται. καὶ τότε Μακεδόνιος τοῦ θρόνου ἐπιλαμβάνεται· Κωνστάντιος δὲ κατὰ Μαγνεντίου ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν. ἡ δὲ σύγκλητος ἐν Ῥώμῃ Νεπωτιανὸν ἐνδύσασα κατὰ Μαγνεντίου ἀπέλυσεν. ὃς συμβαλὼν τῷ Μαγνεντίῳ ἐν Ῥώμῃ ἀναιρεῖται ὑπ' αὐτοῦ βασιλεύσας μῆνας τρεῖς. πρὶν ἢ δὲ φθάσαι ἀπελθεῖν τὸν βασιλέα ἐν Ῥώμῃ, Κωνσταντία, ἡ καὶ Ἑλένη, ἡ Κωνσταντίου ἀδελφή, ἀνηγόρευσε Βρετανίωνα εἰς βασιλέα, ἄνδρα ἔντιμον, καὶ ἀντέστησε τῷ Μαγνεντίῳ πρὸς τὴν μάχην. φθάσας δὲ Κωνστάντιος ἐν Ῥώμῃ καὶ ἀποδεξάμενος τὸν Βρετανίωνα μετὰ πολλῆς τιμῆς, ἐπολέμησαν ἄμφω τὸν Μαγνέντιον περὶ Μοῦρσαν. καὶ ἡττηθεὶς ὁ Μαγνέντιος ἔφυγεν ἐπὶ Ἰταλίαν. πολλάκις δὲ ὑπὸ τῶν στρατηγῶν Κωνσταντίου πολεμηθείς, συμβαλὼν ἐν Μόντῳ Σελεύκῳ καὶ ἡττηθεὶς ἔφυγεν εἰς Λογδοῦνον· καὶ τὸν ἀδελφὸν ἑαυτοῦ πρῶτον σφάξας καὶ τὴν ἰδίαν μητέρα, ὕστερον καὶ ἑαυτὸν ἀνήλωσεν· καὶ ∆ικέντιος καῖσαρ, ὁ τούτου ἀδελφός, ἀγχόνῃ ἐχρήσατο. Τότε καὶ Σιλβανὸς τυραννήσας ἐν Γαλλίαις ἀνῃρέθη ὑπὸ τῶν στρατηγῶν Κωνσταντίου. ἐλθὼν δὲ ἐν Ῥώμῃ Κωνστάντιος εἰσῆλθε μετὰ πολλῆς φαντασίας καὶ παρατάξεως ὀνομασθεὶς ὑπὲρ τοὺς πρὸ ἑαυτοῦ βασιλεῖς· συνῆλθε δὲ αὐτῷ καὶ ἡ γυνὴ αὐτοῦ Εὐσεβία, καὶ ἐποίησε ιδʹ ἡμέρας ἐν τῇ Ῥώμῃ. ἐν δὲ τῷ εἶναι αὐτὸν ἐν Ῥώμῃ ἐξελθὼν ἐν τῷ Τριβουναλίῳ Κάμπῳ καὶ στὰς ἐφ' ὕψους συμπαρόντος αὐτῷ τοῦ στρατοπέδου καὶ τοῦ Βρετανίωνος, ἐδημηγόρει πείθων τὸν λαόν, ἀκόλουθον εἶναι τῆς βασιλείας τὴν ἐξουσίαν ὑπάρχειν τῷ ἐκ προγόνων βασιλέων διαδεξαμένῳ ταύτην, συμφέρειν δὲ καὶ τῷ κοινῷ ὑπὸ μίαν ἐξουσίαν διοικεῖσθαι τὰ δημόσια, καὶ ὅσα τούτοις ἀκόλουθα. τότε ἀποδύσας τὸν Βρετανίωνα βασιλεύσαντα μῆνας ιʹ κατ' αὐτὴν 45 τὴν ὥραν τραπέζης αὐτῷ πρὸς ἑστίασιν ἐκοινώνησεν, καὶ μετὰ πάσης τιμῆς καὶ δορυφορίας καὶ πολλῶν χαρισμάτων ἐν Προύση τῆς Βιθυνίας ἀπέστειλεν. Χριστιανὸς δὲ ὢν τῇ ἐκκλησίᾳ ἐσχόλαζε καὶ πολλὰς ἐλεημοσύνας ἐποίει εἰς τοὺς πένητας· ἐτίμα δὲ καὶ τοὺς ἱερεῖς ἕως ἡμέρας τελευτῆς αὐτοῦ. ὁ δὲ Κωνστάντιος ὑποστρέψας εἰς τὸ Βυζάντιον, παρακληθεὶς ὑπὸ Εὐσεβίας, τῆς ἰδίας γυναικός, Ἰουλιανόν, τὸν ἀδελφὸν Γάλλου, ἐκ τῆς φυλακῆς ἐξαγαγὼν καίσαρα προβάλλεται καὶ εἰς Γαλλίας ἐκπέμπει ζεύξας αὐτῷ πρὸς γάμον καὶ τὴν ἰδίαν ἀδελφὴν Ἑλένην,