21
εἰδότες οὔτε μέλον αὐτοῖς εἰ τὸ θεῖον νεμεσᾷ τοῖς γιγνομένοις. 11 τοι γάρτοι ποιναί γε αὐτοὺς μετίασιν ἀκριβεῖς καὶ σφίσιν ἐς ἀνηκέστους ξυμφορὰς τὰ πράγματα τελευτῶσιν, εἰ καὶ ἐπὶ βραχὺ εὐημερεῖν νομισ θεῖεν. ὁποῖα καὶ τότε τοῖς ἀμφὶ Λεύθαρίν τε καὶ Βουτιλῖνον βαρβάροις ξυνέβη. 2. Ἐπειδὴ γὰρ ταῦτα ἔδρασαν καὶ πολύ τι λαφύρων περιεβάλοντο χρῆμα ἤδη τε τὸ ἔαρ παρῳχήκει καὶ ἡ τοῦ θέρους ἤκμαζεν ὥρα, Λευθα ρίῳ μέν, θατέρῳ τῶν ἡγεμόνων, βουλομένῳ ἦν οἴκαδε ἀπονοστῆσαι καὶ τοῦ ὄλβου ἐμπίπλασθαι. ἔστελλε δὲ ὡς τὸν ἀδελφὸν ἀγγελιαφόρους, παρακελευόμενος καὶ τόνδε ὡς τάχιστα ἐπανιέναι, χαίρειν εἰπόντα τῷ 42 πολέμῳ καὶ τῇ ἀδήλῳ τύχῃ τῶν ἐσομένων. 2 Βουτιλῖνος δὲ καὶ ὅτι ὠμωμόκει τοῖς Γότθοις ἦ μὴν ξυνάρασθαι αὐτοῖς τὸν πρὸς Ῥωμαίους ἀγῶνα, καὶ ὅτι αὐτὸν ἐκεῖνοι ἐθώπευον, βασιλέα σφῶν ἀναδείξειν ἐπι θρυλοῦντες, ἐδόκει οἱ μενετέα εἶναι καὶ τὰ ξυγκείμενα διανυστέον. καὶ ὁ μὲν τούτων δὴ ἕνεκα ἔμενέ τε αὐτοῦ καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. 3 Λεύθαρις δὲ ἅμα τῇ ἀμφ' αὐτὸν δυνάμει εὐθὺς ἀπεχώρει, βεβουλευ μένον αὐτῷ, ἐπειδὰν ἀσφαλέστατα τὴν λείαν διακομίσῃ καὶ οἴκαδε ἵκηται, τότε δὴ εὐθὺς ὡς τὸν ἀδελφὸν στεῖλαι τὸ στράτευμα, ξυλληψομένους αὐτῷ τοῦ κινδύνου. ἀλλ' οὔτε ἐκείνῳ ἐς τέλος ἀπέβη τὰ δοκηθέντα τῷ τε ἀδελφῷ οὐ μάλα ἤρκεσεν ἐπαμῦναι. 4 ἤδη γὰρ αὐτῷ ἀνὰ τὴν αὐτὴν πορείαν ἐπανερχομένῳ μέχρι μὲν Πικηνοῦ τῆς χώρας οὐδὲν ὅ τι ἀντίπαλον ξυνηνέχθη· ὡς δὲ ἐνταῦθα ὁδῷ ἰὼν ἐγεγόνει, αὐτὸς μὲν περὶ τὴν Φᾶνον ἐστρατοπεδεύετο τὴν πόλιν, ἔστειλε δὲ εὐθύς, ὥσπερ εἰώθει, προφύλακας καὶ διοπτῆρας ἄνδρας ἐς τρισχιλίους, οὐ μόνον ἐπισκεψομένους τὰ πρόσω, ἀλλὰ γὰρ καί, εἴ που πολέμιοι φανεῖεν, ἀμυνουμένους. 5 Ἀρτα βάνης δὲ καὶ Οὐλδὰχ ὁ Οὖννος, ἐτύγχανον γὰρ ἅμα στρατεύματι Ῥωμαϊκῷ τε καὶ Οὐννικῷ ἐς Πίσαυρον τὴν πόλιν ξυνειλεγμένοι καὶ ἐφεδρεύοντες τῇ παρόδῳ, οὗτοι δὴ οὖν, ἐπειδὴ ἐκείνους τοὺς προπορευ τὰς ἐθεάσαντο ἐν αὐτῷ δὴ τῷ αἰγιαλῷ τοῦ Ἰονικοῦ κόλπου καὶ τῇ κροκάλῃ πορευομένους, ὑπεκβάντες τοῦ ἄστεος ἐσβάλλουσιν ἀθρόον ἐς αὐτοὺς εὖ μάλα παρατεταγμένοι, καὶ πολλοὺς μὲν τοῖς ξίφεσι παίοντες διεχρῶντο, ἔνιοι δὲ αὐτῶν ὑπὲρ τὸ κρημνῶδες καὶ ἀπερρωγὸς τῆς ἠιόνος ἀναβάντες, ἔπειτα κατὰ τοῦ πρανοῦς ὑποφερόμενοι καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐκπίπτοντες ἀπώλλυντο, ἐμφορούμενοι τοῦ ῥοθίου. 6 ἐπῆρ ται γάρ πως ἐνταῦθα ἡ ἀκτὴ καὶ ὥσπερ γεώλοφόν τι ἀποτελεῖ, οὐ πανταχόθεν βατόν τε καὶ εὐεπίδρομον οὐδὲ οἶον τοῖς ἐπ' ἄκρου γιγνο μένοις εὐκόλους παρέχειν τὰς καταβάσεις, ἀλλ' ὀλισθηρὸν ὡς τὰ πολλὰ 43 καὶ σηραγγῶδες καὶ ἐς τὸ βαθυνόμενον τῆς ῥηγμῖνος ἐπικεκλιμένον. 7 οὕτω δὴ οὖν τῶν πλείστων διαφθειρομένων καθορῶντες οἱ ἄλλοι ἔφυγον οὐδενὶ κόσμῳ βοῇ τε ξὺν πολλῇ καὶ οἰμωγῇ ἀνὰ τὸ στρατόπεδον εἰσπεσόντες θορύβου καὶ ταραχῆς ἅπαντα ἔπλησαν, ὡς αὐτίκα μάλα τῶν Ῥωμαίων ἐπελευσομένων. 8 αὐτός τε δὴ οὖν Λεύθαρις διανίστατο ἐς παράταξιν καὶ ἅπαν τὸ στράτευμα ἐκινεῖτο· καὶ τοίνυν ἀναλαβόντες τὰ ὅπλα ἐς φάλαγγα καθίσταντο βαθεῖάν τε καὶ ἐπὶ μέγα παρατετα μένην. ἐν τούτοις δὲ αὐτῶν καταστάντων καὶ οὐδὲν ὁτιοῦν αὐτοῖς ἕτερον ἐν νῷ τίθεσθαι παρέχοντος τοῦ καιροῦ, οἱ πλεῖστοι τῶν αἰχμαλώτων ἀφύλακτοι ἀθρόον γεγενημένοι ἀπεχρῶντο ἐν δέοντι τῇ τῶν πολεμίων ἀσχολίᾳ· αὐτοί τε γὰρ ὡς τάχιστα διεδίδρασκον καὶ τῶν λαφύρων ὁπόσα οἷόν τε ἦν ἐς τὰ ἐχόμενα φρούρια διεκόμισαν. 3. Ἐπεὶ δὲ Ἀρταβάνης τε καὶ Οὐλδάχ, ᾤοντο γὰρ οὐκ ἀξιόμαχοι εἶναι, ἥκιστα ἐπεξῆγον τὸ στράτευμα, τότε δὴ οἱ Φράγγοι διελύετο μὲν αὐτοῖς ἡ παράταξις, κατὰ σφᾶς δὲ γιγνόμενοι καὶ γνωματεύοντες δι εγίγνωσκον ὁπόσων ἐτύγχανον ἀφῃρημένοι. πρίν γε δὴ οὖν καὶ ἕτερόν τι παθεῖν, ἐδόκει αὐτοῖς ἐν καλῷ ἔσεσθαι, εἴ γε ὡς τάχιστα ἐκ Φάνου τῆς πόλεως ἀναστάντες ἴοιεν ἀνὰ τὰ πρόσω. 2 καὶ τοίνυν αὐτίκα ἐχώρουν, ἀφέντες δὲ ἐν