21
πάντων καθαρῶς ἀπαντησάντων αὐτοὶ πάλιν ἐπήγοντο μεθ' ἑαυτῶν κόμητας Μουσωνιανὸν καὶ Ἡσύχιον τὸν καστρίσιον, ἵν', ὥσπερ εἰώθεισαν, 36.3 τῇ ἐκείνων ἐξουσίᾳ ταῦθ' ἅπερ ἐβούλοντο πράξωσιν. ἐπειδὴ δὲ χωρὶς κομήτων ἡ σύνοδος ἦν καὶ στρατιώτης οὐδεὶς ἐγίνετο μέσος, ἐταράχθησαν πληγέντες ὑπὸ τοῦ συνειδότος. οὐκέτι γὰρ ὡς ἤθελον ἐκρίνοντο, ἀλλ' ὡς ὁ τῆς ἀληθείας ἀπῄτει λόγος. ἐπὶ πολὺ τοίνυν ἡμῶν προκαλουμένων καὶ τῆς συνόδου τῶν ἐπισκόπων προκαλούσης αὐτοὺς καὶ λεγούσης· «ἤλθετε κριθῆναι, διὰ τί τοίνυν ἐλθόντες ὑποποδίζετε; ἐχρῆν γὰρ ὑμᾶς ἢ μὴ ἐλθεῖν ἢ ἐλθόντας μὴ κρύπτεσθαι· τοῦτο γὰρ ὑμῖν φέρει μεγίστην κατάγνωσιν. ἰδοὺ πάρεισιν οἱ περὶ Ἀθανάσιον, οὓς ἀπόντας διεβάλλετε, ἵν', εἴ τι νομίζετε ἔχειν, δι ελέγξητε τούτους παρόντας, εἰ δὲ μὴ δύνασθε, προσποιεῖσθε δὲ μὴ βούλεσθαι, δῆλοί 36.4 ἐστε συκοφάνται, καὶ ταύτην ὑμῖν ἡ σύνοδος δώσει τὴν κρίσιν.» οἱ δὲ ταῦτα ἀκούσαντες καὶ καταγινώσκοντες ἑαυτῶν (ᾔδεισαν γὰρ ἃ ἔπραξαν καὶ ἐπλάσαντο καθ' ἡμῶν) ἠσχύν θησαν ἀπαντῆσαι πολλὴν καὶ ἀπρεπῆ καθ' ἑαυτῶν τὴν συκοφαντίαν ἐλέγξαντες. ἡ τοίνυν ἁγία σύνοδος καταγνοῦσα τῆς ἀπρεποῦς καὶ ὑπόπτου φυγῆς ἐκείνων ἐδέξατο ἡμᾶς 36.5 εἰς ἀπολογίαν. διηγησαμένων δὲ ἡμῶν διὰ μαρτύρων καὶ ἀποδείξεων τὰ πραχθέντα καθ' ἡμῶν ἐθαύμασαν καὶ ἅπαντες ἐπέγνωσαν ὅτι διὰ τοῦτο εἰκότως ἐφοβήθησαν τὴν σύνοδον, ἵνα μὴ εἰς πρόσωπον ἐλεγχθῶσιν, ἔλεγόν τε «ἴσως νομίζοντες μὴ παραγίνεσθαι τοὺς περὶ Ἀθανάσιον ἀπήντησαν ἀπὸ τῆς Ἀνατολῆς, ὅπου γε ἰδόντες αὐτοὺς παρρησια36.6 ζομένους καὶ προκαλουμένους τὴν κρίσιν φεύγουσιν». ἡμᾶς μὲν οὖν ἀπεδέξαντο ὡς ἀδικηθέντας καὶ μάτην διαβληθέντας καὶ ἐκύρωσαν ἔτι μᾶλλον εἰς ἡμᾶς τήν τε κοινωνίαν καὶ ἀγάπην, τοὺς δὲ κοινωνοὺς καὶ ἀναιδεστέρους γενομένους τῆς Εὐσεβίου κακουργίας καθεῖλον, Θεόδωρον ἀπὸ Ἡρακλείας, Νάρκισσον ἀπὸ Νερωνιάδος, Ἀκάκιον ἀπὸ Καισαρείας, Στέφανον ἀπὸ Ἀντιοχείας καὶ Οὐρσάκιον καὶ Οὐάλεντα ἀπὸ Παννονίας καὶ Μηνό φαντον ἀπὸ Ἐφέσου καὶ Γεώργιον ἀπὸ Λαοδικείας. καὶ ἔγραψαν τοῖς ἁπανταχοῦ τῆς οἰκουμένης ἐπισκόποις καὶ τῇ ἑκάστου τῶν ἀδικηθέντων παροικίᾳ ταῦτα·
37.τ Ἐπιστολὴ τῆς ἐν Σαρδικῇ συναχθείσης συνόδου 37.1 Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα ἀπὸ Ῥώμης
καὶ Σπανίων Γαλλίων Ἰταλίας Καμπανίας Καλαβρίας Ἀπουλίας Ἀφρικῆς Σαρδανίας Παννονίω Μυσίων ∆ακίας Νωρίκου Σισκίας ∆αρδανίας ἄλλης ∆ακίας Μακεδονίας Θεσσαλίας Ἀχαίας Ἠπείρων Θρᾴκης καὶ Ῥοδόπης καὶ Παλαιστίνης καὶ Ἀραβίας καὶ Κρήτηκαὶ Αἰγύπτου πρεσβυτέροις καὶ διακόνοις καὶ πάσῃ τῇ ἁγίᾳ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ ἐν Ἀλεξανδρείᾳ παροικούσῃ, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν. 37.2 Καὶ πρὶν μὲν λαβεῖν ἡμᾶς τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν οὐκ ἠγνοοῦμεν, ἀλλὰ καὶ φανερὸν ἡμῖν ἦν, ὡς ὅτι οἱ τῆς δυσωνύμου τῶν Ἀρειανῶν αἱρέσεως προστάται πολλὰ καὶ δεινά, μᾶλλον δὲ καὶ ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς ἢ κατὰ τῆς ἐκκλησίας ἐμηχανῶντο. 37.3 αὕτη γὰρ ἦν αὐτῶν τέχνη καὶ πανουργία, ταύτης ἀεὶ τῆς θανατηφόρου γεγόνασι προ θέσεως, ὅπως πάντας τοὺς ὁποιδήποτε τυγχάνοντας τῆς ὀρθῆς δόξης καὶ τὴν τῆς καθολικῆς ἐκκλησίας διδασκαλίαν κατέχοντας τὴν παρὰ τῶν πατέρων αὐτοῖς παρα δοθεῖσαν σπουδάζειν ἐλαύνειν καὶ διώκειν. τοὺς μὲν γὰρ πλαστοῖς ἐγκλήμασιν ὑπέβαλλον, 37.4 ἄλλους εἰς ἐξορισμὸν ἀπέστελλον, ἄλλους ἐν αὐταῖς ταῖς τιμωρίαις κατεπόνουν. ἀμέλει καὶ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν Ἀθανασίου τὴν καθαρότητα βίᾳ καὶ τυραννίδι συλλαβέσθαι ἐσπούδασαν, καὶ διὰ