χρισθῆναι· ὁ κηʹ, Ἐξοδίου σκηνῆς· ὁ κθʹ, Τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· ὁ λʹ, Ἐκστάσεως· ὁ λαʹ, Συνέσεως· ὁ λγʹ, Ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· ὁ λεʹ, Τῷ δούλῳ Κυρίου τῷ ∆αβίδ· ὁ λζʹ, Εἰς ἀνάμνησιν περὶ Σαββάτου· ὁ μδʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν Ὠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ· ὁ ξηʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων· ὁ οθʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων μαρτύριον ὑπὲρ τοῦ Ἀσσυρίου· ὁ νʹ, Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βερσαβεέ· ὁ ναʹ, Ἐν τῷ ἐλθεῖν ∆ωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ, Ἦλθε ∆αβὶδ εἰς τὸν οἶκον Ἀβιμελέχ· ὁ νβʹ, Ὑπὲρ Μαελέθ· ὁ νγʹ, Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαοὺλ, Οὐ ∆αβὶδ κέκρυπται παρ' ἡμῖν; ὁ νεʹ, Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλό φυλοι ἐν Γέθ· ὁ νʹ, Ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ὁ νηʹ, Ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν· ὁ νθʹ, Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ ἀπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε ἐν τῇ φάραγγι τῶν Ἁλῶν ιβʹ χιλιάδας· ὁ ξβʹ, Ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας· ὁ ξεʹ, Ἀναστάσεως· ὁ ξθʹ, Εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον· ὁ οʹ, Τῶν υἱῶν Ἀδὰμ [Ἰωναδὰβ] τῶν πρώτων αἰχμαλωτισθέντων· ὁ οαʹ, Εἰς Σολομῶνα· ὁ οεʹ, Πρὸς τὸν Ἀσ σύριον· ὁ πζʹ, Ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι· ὁ αʹ, Εἰς τὴν ἡμέραν τοῦ Σαββάτου· ὁ κγʹ, Τῆς μιᾶς τῶν Σαββάτων· ὁ βʹ, Εἰς τὴν ἡμέραν τοῦ προσαβ βάτου, ὅτε κατῴκισται ἡ γῆ· γʹ, Τετράδι Σαββάτων· ὁ εʹ, Ὅτε οἶκος ᾠκοδομεῖτο πρὸς τὴν αἰχμα λωσίαν· ὁ ʹ, Ὅτε ἡ γῆ αὐτοῦ καθίστατο· ὁ θʹ, Πρὸς ἐξομολόγησιν· ὁ ραʹ, Προσευχὴ τῷ πτωχῷ ὅταν ἀκηδιάσῃ, καὶ ἐνώπιον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ· ὁ ρμαʹ, Ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσ ευχή· ὁ ρμγʹ, Πρὸς τὸν Γολιάθ· ὁ ρναʹ, Ἰδιόγραφος οὗτος ὁ ψαλμὸς τοῦ ∆αβὶδ, καὶ ἔξωθεν τοῦ ἀριθμοῦ, ὅτε ἐμονομάχησε τὸν Γολιάθ.» Ἀναληπτέον καὶ περὶ τοῦ διαψάλματος, ἐν ποίοις 28.340 καὶ τοῦτο ψαλμοῖς εὑρίσκεται, καὶ ποσάκις ἐν ἑκάστῳ, ἐν τῷ βʹ, ἅπαξ ἔχει· ἐν τῷ γʹ, δὶς ἔχει· ἐν τῷ δʹ, δὶς ἔχει· ἐν τῷ ζʹ, ἅπαξ ἔχει· ἐν τῷ θʹ, ᾠδὴ διαψάλμα τος· ἐν τῷ κγʹ, ἅπαξ ἔχει· ἐν τῷ λαʹ, δὶς ἔχει· ἐν τῷ λγʹ, ἅπαξ ἔχει· ἐν τῷ ληʹ, δὶς ἔχει· ἐν τῷ μγʹ, ἅπαξ ἔχει· ἐν τῷ μεʹ, δὶς ἔχει· ἐν τῷ μʹ, ἅπαξ ἔχει· ἐν τῷ μζʹ, ἅπαξ ἔχει· ἐν τῷ μηʹ, δὶς ἔχει· ἐν τῷ ναʹ, δὶς ἔχει· ἐν τῷ νγʹ, ἅπαξ ἔχει· ἐν τῷ νδʹ, δὶς ἔχει· ἐν τῷ νʹ, δὶς ἔχει· ἐν τῷ νηʹ, δὶς ἔχει· ἐν τῷ νθʹ, ἅπαξ ἔχει· ἐν τῷ ξʹ, ἅπαξ ἔχει· ἐν τῷ ξαʹ, δὶς ἔχει· ἐν τῷ ξεʹ, τρὶς ἔχει· ἐν τῷ ξʹ, δὶς ἔχει· ἐν τῷ ξζʹ, τετράκις ἔχει· ἐν τῷ οδʹ, ἅπαξ ἔχει· ἐν τῷ οεʹ, δὶς ἔχει· ἐν τῷ οʹ, τρὶς ἔχει· ἐν τῷ πʹ, ἅπαξ ἔχει· ἐν τῷ παʹ, ἅπαξ ἔχει· ἐν τῷ πβʹ, ἅπαξ ἔχει· ἐν τῷ πγʹ, ἅπαξ ἔχει· ἐν τῷ πδʹ, ἅπαξ ἔχει· ἐν τῷ πʹ, δὶς ἔχει· ἐν τῷ πηʹ, πεντάκις ἔχει· ἐν τῷ γʹ, ἅπαξ ἔχει· ἐν τῷ ρλθʹ, τρὶς ἔχει· ἐν τῷ ρμβʹ, ἅπαξ ἔχει. Καθόλου δὲ ὅσοι ἔχουσιν ἐπιγραφὴν «Ἀλληλούϊα,» καὶ οἱ ἀναβαθμοὶ, οὐκ ἔχουσι διάψαλμα. Βιβλίον ιδʹ, Παροιμίαι Σολομῶντος. Σαλομὼν υἱὸς ∆αβὶδ, διαδεξάμενος τὴν βασι λείαν τοῦ πατρὸς, ηὔξατο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ πλοῦτον, καὶ ὑπὲρ ἄμυναν ἐχθρῶν. Λαβὼν τοίνυν καὶ γενόμενος σοφὸς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἀνθρώπους, θαυμασθείς τε ἐπὶ πᾶσιν οἷς ἐποίει τε καὶ ἔλεγε, τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίους ᾠδὰς ἐλάλησε· καὶ ἐφυσιολόγησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων καὶ ὅλων τῶν ζώων. Συνέγραψε δὲ βιβλία, κανονιζόμενα μὲν τρία· ἤγουν τοῦτό τε τὸ καλούμενον Παροιμίαι, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ Ἆσμα τῶν ᾀσμάτων· καὶ ἕτερον δὲ ἐκτὸς τούτων, μὴ κανονιζόμενον, ὡς προείρηται, ὅπερ
21