Vita Antonii

 οἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦν ἐτῶν ἐγγὺς δ

 πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο· καὶ οὕτω πεπληρωμέ νος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον· λοιπὸν αὐτὸς τὰ παρ' ἑκάστου συνάγων εἰς ἑαυ τ

 γαργαλισμοὺς κατὰ τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλη μαι. Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα! Πόσους ἐγκρατευομένους μετέπεισα γαργαλίζων!

 ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί. Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος, ἀπήρχετο εἰς τὰ

 ἐπελάθετο τῆς ἀθλήσεως Ἀντωνίου, ἀλλ' εἰς ἀντίληψιν αὐτοῦ παρα γέγονεν. Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην, καὶ ἀκτῖνά τινα φωτὸς κατ

 εἶναι τούτους, καὶ φοβηθέν τες αὐτοὶ, τὸν Ἀντώνιον ἐκάλουν. Ὁ δὲ μᾶλλον τούτων ἤκουεν, ἢ ἐκείνων ἐφρόντιζε. Καὶ προσελ θὼν ἐγγὺς τῆς θύρας, παρεκάλει

 μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς δι δασκαλίαν· ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις. Καὶ ὑμεῖς τοίνυν ὡς τέκνα φέρε

 ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν. Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ το

 ἐν τῷ καθ' ἡμᾶς ἀέρι, καὶ μακρὰν οὐκ εἰσὶν ἀφ' ἡμῶν· πολλὴ δέ τίς ἐστιν ἐν αὐτοῖς ἡ διαφορά. Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν ε

 ἐχθρός· ∆ιώξας καταλήψομαι· καὶ πάλιν δι' ἑτέρου· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου, ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ ὅλως το

 ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ 26.884 δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Πάντα γὰρ ποιοῦσι, καὶ λαλοῦσι,

 σμοῖς· ἐξ ὧν μᾶλλον καταφρονητέοι ὡς ἀσθενεῖς ὀφεί λουσιν εἶναι. Ὁ γοῦν ἀληθινὸς ἄγγελος, ἀποσταλεὶς παρὰ τοῦ Κυρίου κατὰ τῶν Ἀσσυρίων, οὐ χρείαν ἔσχε

 ἐψεύσαντο αὐτοί. Οὕτω καὶ περὶ τοῦ ποταμίου ὕδατος ἔστιν ὅτε φλυαροῦσιν· ἑωρακότες γὰρ πολλοὺς ὑετοὺς γινομέ νους ἐν τοῖς τῆς Αἰθιοπίας μέρεσι, καὶ εἰ

 τοῦ Θεοῦ διδόντος οὕτως. Ἡ μὲν γὰρ τῶν ἁγίων ὀπτασία οὐκ ἔστι τεταραγμένη. Οὐκ ἐρίσει γὰρ, οὔτε κραυγάσει, οὐδὲ ἀκούσει τις τῆς φωνῆς αὐτῶν. Ἡσύχως δὲ

 ἐστι τῆς ἡμῶν ἀρετῆς καὶ τοῦ βίου· τὸ δὲ ἐκβάλλειν δαίμονας, τοῦ δεδωκότος Σωτῆρός ἐστιν ἡ χάρις αὕτη. Ὅθεν τοῖς μὴ ἐν ἀρετῇ, ἀλλ' ἐν σημείοις καυχωμέ

 τανᾶς. Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ, καὶ οἱ ἄλλοι πάντες Χριστιανοί; Τί μοι καταρῶνται κα

 παρεκβαλεῖτο, καὶ ἄλλων ἡ οἴησις ἐπαύετο· πάντες τε ἐπείθοντο καταφρονεῖν τῆς δαιμονικῆς ἐπιβουλῆς, θαυμάζοντες τὴν δοθεῖσαν παρὰ τοῦ Κυρίου Ἀντωνίῳ χ

 προθυμίαν· ηὔχετο γὰρ καὶ αὐτὸς μαρ τυρῆσαι, καθὰ προεῖπον. Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν· ὁ δὲ Κύριος ἦν αὐτὸν φυλάττων εἰς τὴν

 καὶ φοί νικες ἀμεληθέντες ὀλίγοι. Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον· οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λα λήσας αὐτῷ παρὰ τὰς ὄχθας

 μέλλετε, ἀλλ' ἀναχω 26.920 ρεῖτε· Χριστοῦ γὰρ δοῦλός εἰμι. Ταῦτα τοῦ Ἀντωνίου λέγοντος, ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου, διωκόμεναι. Εἶτα με

 ἀνακρίνετε, καὶ ἑαυτοὺς δοκιμά ζετε. Καθ' ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυ κτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ' ἑαυτῷ λαμβανέτω· καὶ, εἰ μὲν ἥ

 κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ· Ὑπάγετε, καὶ εὑρήσετε αὐτὴν, εἰ μὴ ἀπέθανε, τεθεραπευμένην. Οὐ γὰρ ἐμόν ἐστι τοῦτο κατόρθωμα, ἵ

 τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν εἶδεν ἀναφερομένην ὁ γέ ρων αὐτοῦ. Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμαζον Ἀντωνίου, π

 κωλῦσαι ὥστε μὴ διαβῆναι. Τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη. Θελόντων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γε

 πρὸς ὠφέλειαν διελέγετο· τὰ δὲ τῆς εὐχῆς αὐτῷ παρεχώρει, οὐκ αἰδούμενος μαν θάνειν καὶ αὐτός. Καὶ γὰρ πολλάκις ἐπυνθάνετο, καὶ 26.940 ἠξίου παρὰ τῶν σ

 πιστεύοντες ὠφελεῖσθαι. Ἀμέλει τοσοῦτοι γεγό 26.944 νασι Χριστιανοὶ ἐν ταῖς ὀλίγαις ἡμέραις ἐκείναις, ὅσους ἄν τις εἶδεν ἐνιαυτῷ γενομένους. Εἶτα, τιν

 Χριστὸν ἄνθρωπον πεφανερῶσθαι· ὅπου γε ὑμεῖς, ἐκ τοῦ οὐρανοῦ τὴν ψυχὴν χωρίζοντες, φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτωκέναι ἀπὸ τῆς ἁψίδος τῶν οὐρανῶν

 πίστεως νοοῦμεν, τοῦτο ὑμεῖς διὰ λόγων κατασκευάζειν πειρᾶσθε· καὶ πολλάκις οὐδὲ φράσαι ἃ νοοῦμεν δύνασθε· ὥστε βελτίων καὶ ὀχυ ρωτέρα ἡ διὰ πίστεως ἐ

 ἀλλὰ πίστις δι' ἀγάπης τῆς εἰς τὸν Χριστὸν ἐνεργουμένης· ἥντινα ἐὰν σχοίητε καὶ ὑμεῖς, οὐκέτι τὰς διὰ λόγων ἀποδείξεις ζητήσετε· ἀλλ' αὐτ άρκη τὴν εἰς

 Ἀρειανοὶ ἀλόγως πράττουσιν ὡς τὰ κτήνη. Ὡς δὲ ταύτην εἶδε τὴν θεωρίαν, τοὺς συνόντας παρεκάλεσε, λέγων· Μὴ ἀθυ μεῖτε, τέκνα· ὥσπερ γὰρ ὠργίσθη ὁ Κύριο

 ἐπερχομένην ἐπὶ σέ· παῦσαι οὖν διώκων Χριστιανοὺς, μή ποτέ σε ἡ ὀργὴ καταλάβῃ· μέλλει γὰρ ἤδη ἐπὶ σὲ ἔρχεσθαι. Ὁ δὲ Βαλάκιος, γελάσας, τὴν μὲν ἐπιστολ

 πάλιν ἑαυτοὺς ἐν τῷ βίῳ τούτῳ θεωρήσομεν. Καιρός ἐστι κἀμὲ λοιπὸν ἀναλῦσαι· εἰμὶ γὰρ ἐγγὺς ἐτῶν πέντε καὶ ἑκατόν. Οἱ μὲν οὖν ἀκούσαντες, ἔκλαιον, καὶ

 μνημονεύετε ὡς περὶ πατρὸς, μὴ ἀφεῖτέ τινας τὸ σῶμά μου λαβεῖν εἰς Αἴγυπτον, μήπως ἐν τοῖς οἴκοις ἀπόθωνται· τούτου γὰρ χάριν εἰσῆλθον εἰς τὸ ὄρος, κα

 κρυπτομένους, καὶ σπουδάζοντας ἀναχωρεῖν, φανεροὺς καὶ διαβοήτους διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὴν τῶν ἄλλων ὠφέλειαν πανταχοῦ ποιεῖ. Ἐὰν δὲ χρεία γένη

μέλλετε, ἀλλ' ἀναχω 26.920 ρεῖτε· Χριστοῦ γὰρ δοῦλός εἰμι. Ταῦτα τοῦ Ἀντωνίου λέγοντος, ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου, διωκόμεναι. Εἶτα μεθ' ἡμέρας ὀλίγας, ὡς εἰργάζετο (ἔμελε γὰρ αὐτῷ καὶ κοπιᾷν), ἐπιστάς τις τῇ θύρᾳ, εἷλκε τὴν σειρὰν τοῦ ἔργου· σπυρίδας γὰρ ἔῤῥαπτε, καὶ ταύτας τοῖς εἰσερχομένοις ἀντὶ τῶν κομιζομένων αὐ τῷ ἐδίδου. Ἀναστὰς δὲ, εἶδε θηρίον, ἀνθρώπῳ μὲν ἐοι κὸς ἕως τῶν μηρῶν, τὰ δὲ σκέλη καὶ τοὺς πόδας ὁμοίους ἔχον ὄνῳ. Καὶ ὁ μὲν Ἀντώνιος μόνον ἑαυτὸν ἐσφράγισε, καὶ εἶπε· Χριστοῦ δοῦλός εἰμι· εἰ ἀπ εστάλης κατ' ἐμοῦ, ἰδοὺ πάρειμι. Τὸ δὲ θηρίον σὺν τοῖς ἑαυτοῦ δαίμοσιν οὕτως ἔφυγεν, ὡς ὑπὸ τῆς ὀξύτητος πεσεῖν καὶ ἀποθανεῖν. Ὁ δὲ τοῦ θηρίου θάνατος πτῶ μα τῶν δαιμόνων ἦν. Πάντα γὰρ ἐσπούδαζον ποιεῖν, ἵνα καταγάγωσιν αὐτὸν ἐκ τῆς ἐρήμου, καὶ οὐκ ἴσχυ σαν. Ἀξιωθεὶς δέ ποτε παρὰ τῶν μοναχῶν κατελ θεῖν πρὸς αὐτοὺς, καὶ ἐπισκέψασθαι διὰ χρόνου αὐ τούς τε καὶ τοὺς τόπους, ὥδευσε σὺν τοῖς μοναχοῖς τοῖς ἀπαντήσασι· κάμηλος δὲ ἐβάσταζε αὐτοῖς τοὺς ἄρτους καὶ τὸ ὕδωρ. Ἄνυδρος γὰρ ἡ ἔρημός ἐστιν ἐκείνη πᾶσα, καὶ οὐκ ἔστιν ὕδωρ πότιμον ὅλως, εἰ μὴ ἐν ἐκείνῳ τῷ ὄρει μόνῳ, ὅθεν καὶ ὑδρεύσαντο, ἐν ᾧ καὶ τὸ μοναστήριόν ἐστιν αὐτοῦ. Λείψαντος τοί νυν τοῦ ὕδατος ἐν τῇ ὁδῷ, καὶ καύματος ὄντος σφο δροτάτου, πάντες ἔμελλον κινδυνεύειν. Περιελθόντες γὰρ τοὺς τόπους, καὶ μὴ εὑρόντες ὕδωρ, οὐδὲ περι πατεῖν ἐδύναντο λοιπὸν, ἀλλὰ κατέκειντο χαμαὶ, τήν τε κάμηλον ἀφῆκαν ἀπελθεῖν, ἀπογνόντες ἑαυτῶν. Ὁ δὲ γέρων, ὁρῶν πάντας κινδυνεύοντας, πάνυ λυπη θεὶς καὶ στενάξας, ὀλίγον ἀπ' αὐτῶν ἀπελθὼν, καὶ 26.921 κλίνας τὰ γόνατα, καὶ τὰς χεῖρας ἐκτείνας, προσηύ χετο· καὶ εὐθὺς ἐποίησεν ὁ Κύριος ὕδωρ ἐξελθεῖν, ἔνθα προσευχόμενος εἱστήκει· καὶ οὕτως πιόντες οἱ πάντες, ἀνέπνευσαν· καὶ τοὺς ἀσκοὺς πλήσαντες, ἐζήτησαν τὴν κάμηλον, καὶ εὗρον· συνέβη γὰρ τὸ σχοινίον εἴς τινα λίθον περιειληθῆναι, καὶ οὕτω κα τασχεθῆναι. Ἀγαγόντες τοίνυν καὶ ποτίσαντες, ἐπέθη καν ἐπ' αὐτὴν τοὺς ἀσκοὺς καὶ διώδευσαν ἀβλα βεῖς. Ὡς δὲ ἦλθεν εἰς τὰ ἔξω μοναστήρια, πάντες ὡς πατέρα βλέποντες κατησπάζοντο. Καὶ αὐτὸς δὲ, ὥσπερ ἐφόδια φέρων ἀπὸ τοῦ ὄρους, ἐξένιζεν αὐτοὺς τοῖς λό γοις, καὶ μετεδίδου τῆς ὠφελίας. Πάλιν τε ἦν χαρὰ ἐν τοῖς ὄρεσι, καὶ ζῆλος προκοπῆς, καὶ παράκλησις διὰ τῆς ἐν ἀλλήλοις πίστεως. Ἔχαιρεν οὖν καὶ αὐτὸς, βλέπων τήν τε τῶν μοναχῶν προθυμίαν, καὶ τὴν ἀδελφὴν γηράσασαν ἐν παρθενίᾳ, καθηγουμένην τε καὶ αὐτὴν ἄλλων παρθένων. Μεθ' ἡμέρας τοίνυν εἰσῆλθε πάλιν εἰς τὸ ὄρος· καὶ τότε λοιπὸν πολλοὶ πρὸς αὐτὸν εἰσήρχοντο· καὶ ἄλλοι πάσχοντες ἐτόλμησαν εἰσελθεῖν· Πρὸς μὲν οὖν πάντας τοὺς εἰσερχομένους πρὸς αὐτὸν μοναχοὺς, τοῦτο συνεχῶς εἶχε τὸ παράγγελμα, πιστεύειν εἰς τὸν Κύριον, καὶ ἀγαπᾷν αὐτὸν, φυλάττειν τε ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογισμῶν καὶ σαρκικῶν ἡδονῶν, καὶ, ὡς ἐν ταῖς Παροιμίαις γέγραπται, μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας· φεύγειν τε κενοδοξίαν, καὶ εὔχεσθαι συν εχῶς, ψάλλειν τε πρὸ ὕπνου καὶ μεθ' ὕπνον, καὶ ἀπο στηθίζειν τὰ ἐν ταῖς Γραφαῖς παραγγέλματα, καὶ μνημονεύειν τῶν πράξεων τῶν ἁγίων, πρὸς τὸ τῷ ζή λῳ τούτων ῥυθμίζεσθαι τὴν ψυχὴν ὑπομιμνησκομέ νην ἐκ τῶν ἐντολῶν. Μάλιστα δὲ συνεβούλευε τὸ τοῦ Ἀποστόλου ῥητὸν συνεχῶς μελετᾷν· Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· καὶ τοῦτο κοι νῶς περὶ πάσης ἐντολῆς εἰρῆσθαι νομίζειν, ἵνα μὴ 26.924 ἐπὶ μόνῳ παροργισμῷ, ἀλλὰ μηδὲ ἐπὶ ἄλλῃ ἁμαρτίᾳ ἡμῶν ὁ ἥλιος ἐπιδύνῃ· καλὸν γὰρ καὶ ἀναγκαῖον, μήτε τὸν ἥλιον περὶ ἡμερινῆς κακίας, μήτε τὴν σελήνην περὶ νυκτερινῆς ἁμαρτίας, ἢ ὅλως ἐνθυμήσεως, κα ταγινώσκειν ἡμῶν. Ἵν' οὖν τοῦτο ἡμῖν περισώζηται, καλὸν ἀκοῦσαι τοῦ Ἀποστόλου καὶ φυλάξαι· φησὶ γάρ· Ἑαυτοὺς

21