Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει τοὺς βρό χους. Βαρὺς καὶ θανατηφόρος ἐστὶ βρόχος τὸ πι στεύειν εἶναι γένεσιν. Φευκταῖος ὁ πρὸς τοῦτο λογι σμός. Ἀλλὰ πείθει σε διὰ πραγμάτων καὶ προγνώ σεων; Στοχαστικὸς ὁ τρόπος· ἀβέβαιος ἡ γνώμη. 28.1541 Οὐδὲ γὰρ ἀναγκαίως ἀκολουθεῖ τὰ παρ' αὐτῶν λεγό μενα· ὥσπερ γὰρ τοῖς ἰδιώταις καὶ τοῖς ναυτίλοις ἐκ τῆς τῶν νεφῶν ἰδιότητός ἐστί τις ἀμυδρὰ γνῶσις ἀνέμων ἢ ὑετῶν· οὕτω τούτοις ἐκ δαιμόνων ἡ σαθρὰ πρόγνωσις. Καὶ γοῦν τινα καὶ αὐτοὶ λέγουσι στοχα στικῶς, ὡς καὶ οἱ ἐγγαστρίμυθοι· καὶ τοῦτο δ' ἂν αὐτῶν μᾶλλον διασκεδάσαι δυνηθείη τὴν φαύλην διά νοιαν· εἰ γὰρ ἐκ δαιμόνων αἱ στοχαστικαὶ αὗται ψευδολογίαι συνέστησαν, ματαία τῶν ψηφιζόντων ἡ τέχνη. Εἰ δὲ ἐπὶ πλεῖον ἐνδελεχεῖ περὶ αὐτῶν δικαιο λογούμενος ὁ ἐχθρὸς, ἐκ τούτου αὐτὸν ἐλέγξεις, ἐκ τοῦ ἄλλοτε ἄλλοις λογισμοῖς τῇ ψυχῇ πολεμεῖν. Τὸ γὰρ ἄστατον ἀβέβαιον· τὸ δὲ ἀβέβαιον ἀπωλείας ἐγγύς. Οὐδὲ γὰρ τῇ πρώτῃ αὐτοῦ κακίᾳ ἐπαρκεῖται ὁ διά βολος· ἀλλά γε καὶ αὐτοματισμὸν ὑποβάλλει τῇ ψυχῇ· καὶ ἄνθος φύσεως τὸν ἡγεμόνα ἡμῶν νοῦν ὑπογρά φει· καὶ ὅτι, διαλυομένου τοῦ σώματος, συμφθείρεται καὶ ἡ ψυχή. Ταῦτα δὲ ἡμῖν πάντα ὑποβάλλει πρὸς τὸ ἀμελείᾳ τὴν ψυχὴν διαφθεῖραι. Ἀλλὰ προσγινομέ νων τούτων τῶν σκιωδῶν φαντασμάτων, μὴ ὡς ἀλη θέσιν αὐτοῖς συνθώμεθα. Ταῦτα γὰρ αὐτῶν τὴν κα κίαν δείκνυσιν, ἄλλοτε ἄλλως προσερχόμενα, καὶ ῥιπῇ ὀφθαλμοῦ ἀφιπτάμενα. Καὶ γοῦν οἶδά τινα Θεοῦ δοῦλον κατ' ἀρετὴν βιοῦντα, ὅστις, καθεζόμενος ἐν τῷ κελλίῳ, ἐπετήρει τῶν λογισμῶν τὰς παρεισ αγωγὰς, καὶ ἐμέτρει ποῖος πρῶτος, καὶ ποῖος δεύτε ρος, καὶ ἕκαστος αὐτῶν πόσον χρόνον κατεῖχε· καὶ εἰ ὑστέρησεν ἢ προέφθασεν τῆς παρελθούσης ἡμέρας· οὕτως ἀκριβῶς ἠπίστατο τήν τε τοῦ Θεοῦ χάριν καὶ τὴν οἰκείαν καρτερίαν τε καὶ δύναμιν· ἔτι γε μὴν καὶ τὴν τοῦ ἐχθροῦ καθαίρεσιν. ∆έον οὖν ἡμᾶς τούτους τοὺς κανόνας ὑποδεξα μένας φυλάττειν. Εἰ γὰρ οἱ ἐμπορευόμενοι τὰς προσ καίρους πραγματείας καθ' ἑκάστην ἡμέραν ζυγοστα τοῦσι τὰ κέρδη· καὶ ἀσμένως μὲν τὰ πλείονα ὑποδέ χονται, πρὸς δὲ τὰς ζημίας ἀπεχθάνονται· πολὺ πλέον τούτων ἀγρυπνεῖν προσήκει τοὺς τὸν ἀληθινὸν θη σαυρὸν ἐμπορευομένους· καὶ τῶν μὲν πλειόνων ἀγα θῶν ἐφίεσθαι· εἰ δὲ καὶ μικρά τις κλοπὴ τοῦ ἐχθροῦ γένοιτο, βαρέως μὲν φέρειν διὰ τὸ κρίνεσθαι, ἀλλ' οὐ μὴν ἀπογικώσκειν ἑαυτοὺς, καὶ πάντα ῥίπτειν διὰ τὸ ἀκούσιον πταῖσμα. Ἔχεις τὰ ἐνενήκοντα ἐννέα πρόβατα, ζήτει καὶ τὸ ἀπολωλός. Μὴ πτοηθῇς διὰ τὸ ἓν, μὴ ἀποφύγῃς τὸν ∆εσπότην, καὶ ὁ αἱμοβόρος διά βολος πᾶσάν σου τὴν ἀγέλην τῶν πράξεων αἰχμαλω τίσας ἀπολέσει. Μὴ οὖν λειποτακτήσῃς διὰ τὸ ἕν· ἀγαθὸς γάρ ἐστιν ὁ ∆εσπότης· φησὶ γὰρ διὰ τοῦ Ψαλμῳδοῦ, ὡς Ἐὰν πέσῃ, οὐ καταῤῥαχθήσεται· ὅτι ὑποστηρίζει Κύριος χεῖρα αὐτοῦ. Ὅσα γὰρ ἐὰν πράξωμεν ἢ κερδάνωμεν ἐνταῦθα, μικρὰ ἡγησώμεθα πρὸς τὸν μέλλοντα αἰώνιον πλοῦ τον. Ἐν γὰρ τῇ γῇ ταύτῃ ὡς ἐν δευτέρᾳ μητρῴᾳ κοιλίᾳ τυγχάνομεν. Ὥσπερ γὰρ ἐν ἐκείνοις τοῖς μυχοῖς οὐ τοιαύτην ζωὴν εἴχομεν· οὔτε γὰρ τῶν τοιούτων στερεμνίων τροφῶν ἀπελαύομεν ἐν ἐκείνοις 28.1544 τοῖς χωρίοις ὡς νῦν· οὔτε μὴν οὕτως ἐνεργεῖν ἠδυνά μεθα ὡς ἐνταῦθα· καὶ γὰρ τοῦ ἡλιακοῦ φωτὸς καὶ πάσης αὐγῆς ἐκτὸς ὑπήρχομεν· ὥσπερ οὖν ἐν ἐκεί νοις τοῖς ταμιείοις οὖσαι, πολλῶν τῶν ἐνταῦθα ἐλει πόμεθα· οὕτως καὶ ἐν τῷ νῦν κόσμῳ πλεονεκτού μεθα πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν. Ἐλάβομεν πεῖραν τῶν ἐνταῦθα τροφῶν, τῶν θείων ὀρεχθῶμεν. Ἀπελαύσαμεν τοῦ ἐνταῦθα φωτὸς, τὸν ἥλιον τῆς δι καιοσύνης ποθήσωμεν. Τὴν ἄνω Ἱερουσαλὴμ ἡγησώ μεθα ἑαυτῶν πόλιν τε καὶ μητέρα· πατέρα

21