1.8.62.3 ὑπερβολὴν φιλανθρωπίας συμπαθήσας φύσει. Ἦν γὰρ οὐδὲν ὃ μισεῖ ὁ κύριος· οὐ γὰρ δήπου μισεῖ μέν τι, βούλεται δὲ αὐτὸ εἶναι, ὃ μισεῖ, οὐδὲ βούλεται μέν τι μὴ εἶναι, αἴτιος δὲ γίνεται τοῦ εἶναι αὐτό, ὃ βούλεται μὴ εἶναι, οὐδὲ μὴν οὐ βούλεται μέν τι μὴ εἶναι, τὸ δὲ ἔστιν. Εἴ τι ἄρα μισεῖ ὁ λόγος, βούλεται αὐτὸ μὴ εἶναι· οὐδὲν δὲ ἔστιν, ᾧ μὴ τὴν αἰτίαν τοῦ εἶναι ὁ θεὸς παρέχεται· οὐδὲν ἄρα μισεῖται ὑπὸ τοῦ θεοῦ, 1.8.62.4 ἀλλ' οὐδὲ ὑπὸ τοῦ λόγου· ἓν γὰρ ἄμφω, ὁ θεός, ὅτι εἶπεν ἐν ἀρχῇ ὁ λόγος ἦν ἐν τῷ θεῷ, καὶ θεὸς ἦν ὁ λόγος. Εἰ δὲ οὐ μισεῖ τῶν ὑπ' αὐτοῦ γενομένων οὐδέν, λείπεται φιλεῖν αὐτό. 1.8.63.1 Πολὺ δὴ πλέον τῶν ἄλλων ἀγαπήσει τὸν ἄνθρωπον, εἰκότως, τὸ κάλλιστον τῶν ὑπ' αὐτοῦ δημιουργηθέντων καὶ φιλόθεον ζῷον. Φιλάνθρωπος ἄρα ὁ θεός, φιλάνθρωπος ἄρα ὁ λόγος. Ὁ δὲ φιλῶν τι ὠφελεῖν αὐτὸ βούλεται, τὸ δὲ ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος πάντως ἄν που κρεῖττον εἴη, τοῦ δὲ ἀγαθοῦ κρεῖττον οὐδὲ ἕν, ὠφελεῖ ἄρα τὸ ἀγαθόν· ἀγαθὸς δὲ ὁ θεὸς ὁμολο1.8.63.2 γεῖται, ὠφελεῖ ἄρα ὁ θεός. Τὸ δὲ ἀγαθόν, ᾗ ἀγαθόν ἐστιν, οὐδὲν ἄλλο ποιεῖ ἢ ὅτι ὠφελεῖ· πάντα ἄρα ὠφελεῖ ὁ θεός. Καὶ οὐ δήπου ὠφελεῖ μέν τι τὸν ἄνθρωπον, οὐχὶ δὲ καὶ κήδεται αὐτοῦ, οὐδὲ κήδεται μέν, οὐχὶ δὲ καὶ ἐπιμελεῖται αὐτοῦ. Κρεῖττον μὲν γὰρ τὸ κατὰ γνώμην ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος κατὰ γνώμην, τοῦ δὲ θεοῦ κρεῖττον οὐδέν. Καὶ οὐκ ἄλλο τί ἐστι τὸ κατὰ γνώμην ὠφελεῖν, ὅτι μὴ ἐπιμελεῖσθαι τοῦ ἀνθρώπου· κήδεται ἄρα καὶ ἐπιμελεῖται τοῦ ἀνθρώπου ὁ θεός. 1.8.63.3 Τοῦτο δὲ ἐνδείκνυται ἔργῳ παιδαγωγῶν αὐτὸν λόγῳ, ὅς ἐστι τῆς τοῦ θεοῦ φιλανθρωπίας συναγωνιστὴς γνήσιος. Τὸ δὲ ἀγαθὸν εἶναι οὐ τῷ τὴν ἀρετὴν ἔχειν ἀγαθὸν εἶναι λέγεται, καθὸ καὶ ἡ δικαιοσύνη ἀγαθὸν εἶναι λέγεται οὐ τῷ ἀρετὴν ἔχειν, ἀρετὴ γάρ ἐστιν αὐτή, ἀλλὰ τῷ αὐτὴν καθ' 1.8.64.1 αὑτὴν καὶ δι' αὑτὴν ἀγαθὴν εἶναι. Λέγεται δὲ καὶ κατ' ἄλλον τρόπον ἀγαθὸν τὸ συμφέρον, οὐ τῷ τέρπειν, ἀλλὰ τῷ ὠφελεῖν. Ἃ δὴ πάντα ἡ δικαιοσύνη, καὶ ὡς ἀρετὴ καὶ ὡς δι' αὑτὴν αἱρετὴ ἀγαθὸν καὶ ὡς οὐ τέρπουσα· οὐ γὰρ πρὸς χάριν κρίνει, ἀλλὰ τοῦ κατ' ἀξίαν ἑκάστῳ ἐστὶν ἀπονεμητική, ἕπεται δὲ 1.8.64.2 τῷ συμφέροντι τὸ ὠφέλιμον. Κατὰ πάντα ἄρα τὰ μέρη, καθ' ἃ τὸ ἀγαθὸν ἐξετάζεται, καὶ ἡ δικαιοσύνη χαρακτηρίζεται, τῶν ἴσων ἐπ' ἴσης ἀμφοῖν μετεχόντων· τὰ δὲ τοῖς ἴσοις χαρακτηριζόμενα ἴσα τε ἀλλήλοις καὶ ὅμοια· ἀγαθὸν ἄρα ἡ δικαιοσύνη. 1.8.64.3 Πῶς οὖν, φασίν, εἰ φιλάνθρωπός ἐστι καὶ ἀγαθὸς ὁ κύριος, ὀργίζεται καὶ κολάζει; Ἀναγκαῖον οὖν καὶ περὶ τούτου ὡς οἷόν τε διὰ βραχυτάτων ἐπεξελθεῖν· ἐπεὶ λυσιτελής πως ἡ τοιάδε οἰκονομία πρὸς τὴν ὀρθὴν τῶν παίδων ἀγωγήν, ἀναγ1.8.64.4 καίου βοηθήματος ἔχουσα τάξιν. Θεραπεύεται δὲ πολλὰ τῶν παθῶν τιμωρίᾳ καὶ προστάξει αὐστηροτέρων παραγγελμάτων καὶ δὴ καὶ διὰ τῆς ἐνίων θεωρημάτων διδασκαλίας. Ἔστι δὲ οἱονεὶ χειρουργία τῶν τῆς ψυχῆς παθῶν ὁ ἔλεγχος, ἀπόστασις δὲ τὰ πάθη τῆς ἀληθείας, ἃ χρὴ διελέγχειν διαιροῦντα τῇ 1.8.65.1 τομῇ. Φαρμακείᾳ δὲ ἔοικεν ὁ ὀνειδισμὸς τὰ τετυλωμένα ἀναλύων τῶν παθῶν καὶ τὰ ῥυπαρὰ τοῦ βίου, τὰς λαγνείας, ἀνακαθαίρων, πρὸς δὲ καὶ τὰς ὑπερσαρκώσεις τοῦ τύφου ἐξομαλίζων, εἰς τὸν ὑγιῆ καὶ ἀληθινὸν ἀνασκευάζων τὸν ἄνθρωπον. 1.8.65.2 Ἡ νουθέτησις οὖν οἱονεὶ δίαιτά ἐστι νοσούσης ψυχῆς, ὧν χρὴ μεταλαμβάνειν συμβουλευτικὴ καὶ ὧν οὐ χρὴ ἀπαγορευτική· τὰ δὲ πάντα εἰς σωτηρίαν καὶ ἀίδιον ὑγείαν διατείνει. Ἀλλὰ καὶ ὁ στρατηγὸς χρημάτων ζημίας καὶ τὰς εἰς αὐτὰ τὰ σώματα διηκούσας αἰκίας μετὰ δεσμῶν καὶ τῆς ἐσχάτης ἀτιμίας προσφέρων τοῖς ἠδικηκόσιν, ἔσθ' ὅτε δὲ καὶ θανάτῳ κολάζων τινάς, τέλος ἔχει τὸ ἀγαθόν, ὑπὲρ νουθεσίας τῶν ὑπηκόων 1.8.65.3 στρατηγῶν. Ὡσαύτως καὶ ὁ μέγας ἡμῶν ἐκεῖνος στρατηγός, ὁ τῶν ὅλων ἡγεμὼν λόγος, τοὺς παρὰ τὸν νόμον ἀφηνιάζοντας τὸν αὑτοῦ, ὑπὲρ ἀπαλλαγῆς δουλείας καὶ πλάνης καὶ τῆς τοῦ ἀντικειμένου αἰχμαλωσίας εἰς καταστολὴν τῶν τῆς