21
ἃ μέν ἐστιν ἀληθῆ, ἃ δὲ ψευδῆ, εὐλόγως ὁ διδάσκαλος ἡμῶν ἔλεγεν· «Γίνεσθε τραπεζῖται δόκιμοι», ὡς τῶν ἐν ταῖς γραφαῖς τινων μὲν δοκί- μων ὄντων λόγων, τινῶν δὲ κιβδήλων. καὶ τοῖς ἀπὸ τῶν ψευδῶν γραφῶν πλανωμένοις οἰκείως τῆς πλάνης ἐξέφανε τὴν αἰτίαν λέγων· «∆ιὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν· οὗ εἵνεκεν ἀγνοεῖτε καὶ τὴν δύναμιν τοῦ θεοῦ». κἀγὼ ἔφην· Πάνυ καλῶς. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Oὐκοῦν εὐλόγως οὔτε κατὰ τοῦ θεοῦ πιστεύω οὔτε κατὰ τῶν ἐν τῷ νόμῳ ἀναγραφέντων δικαίων, ἀσεβῶς φρονεῖν προλαμ- βάνων· ὡς γὰρ πέπεισμαι, οὔτε Ἀδὰμ παραβάτης ἦν, ὁ ὑπὸ τῶν τοῦ θεοῦ χειρῶν κυοφορηθείς, οὔτε Νῶε μέθυσος ἦν, ὁ ὑπὲρ πάντα τὸν κόσμον δίκαιος εὑρεθείς, οὔτε δὲ Ἀβραὰμ τρισὶν ἅμα συνῄει γυναιξίν, ὁ διὰ σωφροσύνην πολυτεκνίας καταξιωθείς, οὔτε Ἰακὼβ τετράσιν ἐκοι- νώνει, ὧν δύο καὶ ἀδελφαὶ ἐτύγχανον, ὃς δεκαδύο φυλῶν ὑπάρξας πατὴρ καὶ τὴν τοῦ διδασκάλου ἡμῶν παρουσίαν ἐσήμανεν ἐλθεῖν· οὐ Μωυσῆς φονεὺς ἦν καὶ παρὰ ἱερέως εἰδώλου κρίνειν ἐμάνθανεν, ὁ παντὶ τῷ αἰῶνι τὸν τοῦ θεοῦ νόμον προφητεύσας καὶ δι' ὀρθὴν φρόνησιν «πιστὸς οἰκονόμος» μαρτυρηθείς. πλὴν καὶ τούτων σοι τὴν ἐπίλυσιν μετὰ τῶν ὁμοίων ἐπὶ καιροῦ παρέξω. τοῦ δὲ λοιποῦ, ὡς ὁρᾷς, ἐπειδὴ ἑσπέρα κατεί- ληφεν, τὰ σήμερον ·ηθέντα αὐτάρκως ἐχέτω. ἄλλοτε δὲ εἰ βούλει, περὶ ὧν θέλεις, θαρρῶν ἡμῖν πυνθάνου, καὶ ἡμεῖς χαίροντες ἀόκνως ἐπιλύσομεν. καὶ ταῦτα εἰπὼν ἐγήγερται. καὶ οὕτως τροφῆς μεταλαβόντες εἰς ὕπνον ἐτράπημεν. κατειλήφει γὰρ ἡ νύξ.