21
τῶν νήσων τῆς Βενετίας εἰς τόπον λεγόμενον Ἀειβόλας. Οἱ οὖν Βενέτικοι ἰδόντες τὸν ῥῆγα Πιπῖνον μετὰ τῆς ἑαυτοῦ δυνάμεως κατ' αὐτῶν ἐπερχόμενον καὶ μέλλοντα μετὰ τῶν ἵππων ἀποπλεῦσαι πρὸς τὴν νῆσον τοῦ Μαδαμαύκου (ἔστιν γὰρ αὕτη ἡ νῆσος πλησίον τῆς ξηρᾶς), βαλόντες κερατάρια, ἅπαν τὸ πέραμα ἐναπέφραξαν. Εἰς ἀμηχανίαν οὖν ἐλθὼν ὁ τοῦ ῥηγὸς Πιπίνου λαὸς (οὐδὲ γὰρ ἦν δυνατὸν αὐτοὺς ἀλλαχοῦ περᾶσαι), παρεκάθισαν αὐτοῖς διὰ τῆς ξηρᾶς μῆνας ἕξ, πολεμοῦντες καθ' ἑκάστην ἡμέραν μετ' αὐτῶν. Καὶ οἱ μὲν Βενέτικοι εἰσήρχοντο εἰς τὰ πλοῖα αὐτῶν, καὶ ἵσταντο ὄπισθεν τῶν παρ' αὐτῶν ῥιφέντων κεραταρίων, ὁ δὲ ῥὴξ Πιπῖνος ἵστατο μετὰ τοῦ λαοῦ αὐτοῦ ἐν τῷ αἰγιαλῷ. Καὶ οἱ μὲν Βενέτικοι μετὰ τοξείας καὶ ῥιπταρίων ἐπολέμουν, μὴ ἐῶντες αὐτοὺς πρὸς τὴν νῆσον διαπερᾶσαι. Ἀπορήσας οὖν ὁ ῥὴξ Πιπῖνος, εἶπεν πρὸς τοὺς Βενετίκους, ὅτι· "Ὑπὸ τὴν ἐμὴν χεῖρα καὶ πρόνοιαν γίνεσθε, ἐπειδὴ ἀπὸ τῆς ἐμῆς χώρας καὶ ἐξουσίας ἐστέ". Οἱ δὲ Βενέτικοι ἀντέλεγον αὐτῷ, ὅτι· "Ἡμεῖς δοῦλοι θέλομεν εἶναι τοῦ βασιλέως Ῥωμαίων καὶ οὐχὶ σοῦ." Ἐπὶ πολὺ δὲ βιασθέντες οἱ Βενέτικοι ἀπὸ τῆς γεγονυίας ὀχλήσεως πρὸς αὐτούς, ἐποιήσαντο εἰρηνικὰς σπονδὰς πρὸς τὸν ῥῆγα Πιπῖνον τοῦ παρέχειν αὐτῷ πλεῖστα πάκτα. Ἔκτοτε δὲ καθ' ἕκαστον χρόνον ἠλαττοῦτο τὸ πάκτον, ὅπερ καὶ μέχρι τῆς σήμερον διασώζεται. Τελοῦσι γὰρ οἱ Βενέτικοι τῷ κατέχοντι τὸ ῥηγᾶτον Ἰταλίας, ἤτοι Παπίας, διβάρια ἀσήμιν λίτρας λʹ καθ' ἕκαστον χρόνον. Καὶ τούτῳ τῷ τρόπῳ ἔπαυσεν ὁ μεταξὺ Φράγγων καὶ Βενετίκων πόλεμος. Ὅτε δὲ ἤρξατο ἀποφεύγειν ὁ λαὸς πρὸς Βενετίαν καὶ ἀποσυνάγεσθαι, ὥστε πολλοὺς γίνεσθαι, ἀνηγόρευσαν ἑαυτοὺς δοῦκα τὸν εὐγενείᾳ τῶν ἄλλων διαφέροντα. Ἐγεγόνει δὲ ὁ πρῶτος δοὺξ ἐν αὐτοῖς, πρὶν ἢ ἐλθεῖν κατ' αὐτῶν ὁ ῥὴξ Πιπῖνος. Ἦν δὲ τῷ τότε καιρῷ τὸ δουκᾶτον εἰς τόπον λεγόμενον Τζιβιτάνουβα, ὅπερ ἑρμηνεύεται "νεόκαστρον". ∆ιὰ δὲ τὸ εἶναι τὸ προειρημένον νησίον πλησίον τῆς ξηρᾶς κοινῇ βουλῇ μετέθηκαν τὸ δουκᾶτον εἰς ἕτερον νησίον, ἐν ᾧ καὶ νῦν ἔστιν σήμερον, διὰ τὸ εἶναι μήκοθεν τῆς ξηρᾶς, ὅσον βλέπει τις ἄνδρα ἵππῳ ἐφεζόμενον. 29 Περὶ τῆς ∆ελματίας καὶ τῶν ἐν αὐτῇ παρακειμένων ἐθνῶν. Ὅτι ∆ιοκλητιανὸς ὁ βασιλεὺς πάνυ τῆς χώρας ∆ελματίας ἠράσθη, διὸ καὶ ἀπὸ τῆς Ῥώμης λαὸν ἀγαγὼν μετὰ τὰς φαμιλίας αὐτῶν, ἐν τῇ αὐτῇ τῆς ∆ελματίας χώρᾳ τούτους κατεσκήνωσεν, οἳ καὶ Ῥωμᾶνοι προσηγορεύθησαν διὰ τὸ ἀπὸ Ῥώμης μετοικισθῆναι, καὶ ταύτην μέχρι τῆς σήμερον τὴν ἐπωνυμίαν ἐναποφέρονται. Οὗτος οὖν ὁ βασιλεὺς ∆ιοκλητιανὸς καὶ τὸ τοῦ Ἀσπαλάθου κάστρον ᾠκοδόμησεν, καὶ ἐν αὐτῷ παλάτια ἐδείματο λόγου καὶ γραφῆς ἁπάσης ἐπέκεινα, ὧν καὶ μέχρι τῆς σήμερον τῆς παλαιᾶς εὐδαιμονίας λείψανα φέρονται, κἂν ὁ πολὺς χρόνος αὐτὰ κατηνάλωσεν. Ἀλλὰ καὶ τὸ κάστρον ∆ιόκλεια, τὸ νῦν παρὰ τῶν ∆ιοκλητιανῶν κατεχόμενον, ὁ αὐτὸς βασιλεὺς ∆ιοκλητιανὸς ᾠκοδόμησεν, ὅθεν καὶ τὴν ἐπωνυμίαν "∆ιοκλητιανοί" καλεῖσθαι οἱ τῆς χώρας ἐκείνης ἐναπειλήφασιν. Ἡ δὲ καὶ τῶν αὐτῶν Ῥωμάνων διακράτησις ἦν μέχρι τοῦ ∆ανούβεως ποταμοῦ, οἳ καί ποτε θελήσαντες τὸν ποταμὸν διαπερᾶσαι καὶ καταμαθεῖν, τίνες κατοικοῦσιν ἐκεῖθεν τοῦ ποταμοῦ, διαπεράσαντες εὗρον ἔθνη Σκλαβήνικα ἄοπλα ὄντα, ἅτινα καὶ Ἄβαροι ἐκαλοῦντο. Καὶ οὔτε οὗτοι ἤλπιζον ἐκεῖθεν τοῦ ποταμοῦ κατοικεῖν τινας, οὔτε ἐκεῖνοι ἔνθεν τοῦ ποταμοῦ. ∆ιὰ οὖν τὸ ἀόπλους εὑρεῖν αὐτοὺς τοὺς Ἀβάρους οἱ Ῥωμᾶνοι καὶ πρὸς πόλεμον ἀπαρασκευάστους καταπολεμήσαντες, ἀνελάβοντο πραῖδαν καὶ αἰχμαλωσίαν καὶ ἀνεχώρησαν. Καὶ ἔκτοτε ποιήσαντες ἀλλάγια δύο οἱ Ῥωμᾶνοι ἀπὸ πάσχα ἕως πάσχα τὸν λαὸν αὐτῶν ἐνήλλασσον, ὥστε τῷ μεγάλῳ καὶ ἁγίῳ σαββάτῳ ἀλλήλοις συναντᾶν, τοὺς μὲν ἀποστρεφομένους ἀπὸ τοῦ παραμονίμου, τοὺς δὲ εἰς τὴν τοιαύτην δουλείαν ἀπερχομένους. Καὶ γὰρ πλησίον τῆς θαλάσσης ὑπὸ τὸ αὐτὸ κάστρον κάστρον ἔστιν, τὸ ἐπιλεγόμενον Σαλῶνα, μέγεθος ἔχον τὸ ἥμισυ Κωνσταντινουπόλεως, ἐν ᾧ πάντες οἱ Ῥωμᾶνοι συνήγοντο καὶ καθωπλίζοντο καὶ προσαπεκίνουν ἐκ τῶν ἐκεῖσε, καὶ πρὸς τὴν κλεισοῦραν