παρατίθησι πρὸς τὸ ἕτερον χεῖλος τοῦ ποταμοῦ ὅλην κατὰ μῆκος ἐφαρμόζουσα, τοῦ πλήθους συνηγμένου καὶ ἑτοίμου ὄντος πρὸς τὴν τῆς μάχης ἀντιπαράταξιν. Οἱ δὲ ἐπὶ ταῖς κλίμαξιν ἀναβάντες ὡς ἐπὶ τείχους ἑστῶτες καὶ τεθαρρηκότες ἀντιμαχήσονται. Ὅταν δὲ ἀποστρέψῃ τοὺς πολεμίους ἡ ἀπὸ τοῦ προτειχίσματος καταπλήττουσα συμβολή, λύονται τὰ κάτωθεν τῶν κλιμάκων δέσμα, καὶ πλαγιάζει κατ' ὀλίγον ὅλος ὁ τοῖχος τοῦ προτειχίσματος ὑποσυρομένων δηλονότι τῶν κλιμάκων καὶ ἐπιπιπτόντων τῷ κατα275 στρώματι· καὶ γίνεται ὁδὸς ὅλον τὸ μεσόχωρον τοῦ καταπίπτοντος προτειχίσματος· καὶ οὕτως διηνεκὴς ἡ διάβασις ἔσται. Τρυπάσθω δὲ κρυφίως καὶ κάτωθεν τὸ προτείχισμα ἐπὶ ταῖς κατὰ πρόσωπον προσηλωθείσαις πλαγίαις σανίσιν, ὥστε ἀκοντίζειν καὶ τοξεύειν ἐπὶ τοὺς πολεμίους καὶ ἐκ τοῦ κάτωθεν μέρους, ἀφανῶν [δὲ] τῶν μαχομένων ὄντων, διπλῇ τε μάχεσθαι τάξει κατὰ πρόσωπον· πρὸς μόνην δὲ τὴν ἄνωθεν τοὺς πολεμίους ἀφορᾶν τε καὶ διαμάχεσθαι. Ἐπεθέμην καὶ ὡς ὀρθογραφεῖται τὸ σχῆμα, ἵνα φανερὰ καὶ ἡ τῶν κλιμάκων γένηται θέσις καὶ ἡ τοῦ προτειχίσματος. Τὴν δὲ 276 σχεδίαν ἐκ τοῦ πρὸς ἡμᾶς χείλους ἀπολελυμένην, καὶ ὥσπερ θύρας διανοιγομένης ἐπὶ τῇ καταφορᾷ τοῦ ποταμίου ῥεύματος, βοηθεῖν δεῖ, μήπως ἀθρόως ἐπιπολὺ τοῦ ποταμοῦ τὸ πρὸς τοὺς πολεμίους ... ὅθεν χρὴ χαλινοῦν αὐτὴν καὶ ἀναχαιτίζειν ἀπὸ τοὺ πρὸς ἡμᾶς χείλους ἀποκρατοῦντας, τὴν δὲ τῶν σχοινίων ἐπίδοσιν κατὰ μικρὸν ποιεῖσθαι, ὅπως πραέως καὶ κατ' ὀλίγον διερχομένη ἐπὶ τὸ ἕτερον τοῦ ποταμοῦ χεῖλος ἀκινδύνως ἐπιτεθήσεται. Καὶ τὸ σχῆμα ὑπόκειται. Ταῦτα τοίνυν τὰ πρὸς ἀναγραφὴν καὶ σχηματισμὸν κατ' ἐκλογὴν συνταχθέντα πολιορκητήρια μηχανήματα οἱ τῶν στρατευμάτων ἐξάρχοντες μετὰ λόγου καὶ συνεχοῦς μελέτης ἐπιμελῶς κατεργαζόμενοι, τὴν θείαν διὰ παντὸς ἐνοπτριζόμενοι δίκην, ἐπὶ δικαιοσύνῃ καὶ εὐσεβείᾳ κεκοσμημένοι καὶ τῇ κραταιᾷ χειρὶ συνεργείᾳ τε καὶ συμμαχίᾳ τῶν θεοστεπτῶν καὶ φιλοχρίστων ἀνάκτων Ῥώμης ἐνδυναμούμενοί τε καὶ φρουρούμενοι, εὐχερῶς τὰς τῆς Ἄγαρ μάλιστα λήψονται πόλεις, αὐτοὶ μηθὲν ἀνήκεστον ὑπὸ τῶν θεολέστων ἐχθρῶν πάσχοντες.