21
ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Oὐδὲ γὰρ δίκαιον κεφαλὴν ὄντα σε, ὦ ἐπίσκοπε, οὐρᾷ προσέχειν, τοῦτ' ἔστιν λαϊκῷ στασιώδει ἀνθρώπῳ, εἰς ἑτέρου ἀπώλειαν, ἀλλὰ Θεῷ μόνῳ. Ἄρχειν γάρ σε χρὴ τῶν ὑπηκόων, οὐ μὴν καὶ ὑπ' αὐτῶν ἄρχεσθαι· οὔτε γὰρ υἱὸς ἄρχει πατρὸς κατὰ τὸν τῆς γενέσεως λόγον, οὔτε δοῦλος τοῦ ἑαυτοῦ κυρίου κατὰ τὸν τῆς ἐξουσίας λόγον, οὔτε μαθητὴς διδασκάλου, οὔτε στρατιώτης βασιλέως, οὔτε μὴν λαϊκὸς ἐπισκόπου. Περὶ γὰρ τοῦ μὴ δοκεῖν τοὺς πλησιάζοντας ἀδίκοις τῇ τοῦ λόγου διδαχῇ συμμολύνεσθαι ἢ κοινωνεῖν ταῖς αὐτῶν ἁμαρτίαις ὁ Ἰεζεκιὴλ ἐκκόπτων τὴν τῶν κακοήθων ἐπίνοιαν λέγει· «Τί ὑμεῖς λέγετε αὑτοῖς τὴν παραβολὴν ταύτην ἐπὶ γῆς Ἰσραήλ· οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν; Ζῶ ἐγὼ Ἀδωναΐ, λέγει Κύριος, εἰ ἔσται ἔτι ἐν ὑμῖν λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ. Ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ ἐμή ἐστιν. Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται· ὁ δὲ ἄνθρωπος, ὃς ἔσται δίκαιος, ποιῶν κρίμα καὶ δικαιοσύνην», καὶ ἑξῆς ἐπιλέγων τὰς λοιπὰς ἀρετὰς ἐπισφραγίζεται λέγων· «Ὁ τοιοῦτος δίκαιος ὑπάρχει, ζωῇ ζήσεται, λέγει Ἀδωνα Κύριος. Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμόν, ἐκχέοντα αἷμα, καὶ ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη», καὶ ἐπαγαγὼν τὰ ἑξῆς, ἐπάγει τοῖς τελευταίοις· «Ζωῇ οὐ ζήσεται· πάσας τὰς ἀνομίας ταύτας ἃς ἐποίησεν, θανάτῳ ἀποθανεῖται, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται. Καὶ ἐρεῖτε· Τί ὅτι οὐκ ἔλαβεν ὁ υἱὸς τὴν ἀδικίαν τοῦ πατρὸς, ἢ τὴν δικαιοσύνην αὐτοῦ, δικαιοσύνην καὶ ἔλεος πεποιηκώς;» Καὶ ἐρεῖς αὐτοῖς· «Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθα νεῖται· υἱὸς οὐ λήψεται ἀδικίαν πατρός, καὶ πατὴρ οὐ λήψεται ἀδικίαν υἱοῦ· δικαιοσύνη δικαίου ἐπ' αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται.» Καὶ μετ' ὀλίγα φησίν· «Ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν, κατὰ πάσας τὰς ἀνομίας αὐτοῦ πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ ᾗ ἠδίκησεν, καὶ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ᾗ ἥμαρτεν, ἐν αὐτῇ ἀποθανεῖται.» Καὶ μετ' ὀλίγα ἐπάγει· «Ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησεν, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν καὶ ἀπέστρεψεν ἀπὸ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ ὧν ἐποίησεν, ζωῇ ζήσεται καὶ οὐκ ἀποθανεῖται.» Καὶ ἑξῆς· «Ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ, λέγει Ἀδωνα