ψέλλια, καὶ δακτύλια, καὶ περιδέξια, καὶ ἐμπλόκια. Οἱ γὰρ ἐν Χριστῷ καθηγούμενοι τοῦ λαοῦ καὶ προὔχοντες ὑπερβαίνουσι πολλάκις τὰς εὐαγγελικὰς ἐντολὰς εἰς κατορθώματα, παρθενίαν οἴκοθεν ἐπιτηδεύοντες τὴν μὴ νενομοθετημένην, καὶ ἄλλα τοιαῦτα. Καὶ γὰρ καὶ Παῦλος κελευσθεὶς ἀπὸ τοῦ Εὐαγγελίου τρέφεσθαι, ταῖς ἰδίαις ἐτρέφετο χερσί. ∆ιὰ δὲ τῶν ἀπηριθμημένων χρυσῶν σκευῶν, τὰ διάφορα τῆς τιμίας καὶ λαμπροτάτης ἀρετῆς εἴδη ὑποσημαίνεται. Ταῦτα δὲ πάντα εἰς τὴν σκηνὴν τοῦ Θεοῦ εἰσήχθησαν, φησὶν, εἰς μνημόσυνον αὐτῶν. Τὰ γὰρ τοιαῦτα κατορθώματα τῶν ἁγίων τῇ Ἐκκλησίᾳ θησαυρίζονται κόσμος, εἰς μνημόσυνον τῶν κατορθωσάντων. Ἀλλὰ καὶ ὅτε ἡ σκηνὴ πρότερον κατεσκευάζετο, προσέταξε μὲν ὁ Θεὸς ἐπισκοπηθῆναι τὸν λαόν· καὶ προσαγαγεῖν ἕκαστον ἄρσενα τῷ Θεῷ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω τὸ ἥμισυ τοῦ διδράχμου. Οἱ δὲ ἄρχοντες οἴκοθεν καὶ ἀφ' ἑαυτῶν προσήγαγον τοὺς τιμίους λίθους, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν τοῦ θυμιάματος σύνθεσιν. Λίθοι μὲν οὖν τίμιοι, αὐτοὶ οἱ ἐκλεκτοὶ καθηγούμενοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ, διὰ τὸ στεῤῥὸν καὶ καθαρὸν καὶ λαμπρὸν καὶ πρὸς τοὺς ἄλλους διαφορώτατον· περὶ ὧν εἴρηται τῷ προφήτῃ, ὅτι Λίθοι κυλίονται ἐπὶ τῆς γῆς. Οἱ δ' αὐτοὶ καὶ ἔλαιον βασιλικόν τε καὶ ἱερατικὸν, οὐ μόνον χύοντες [φ. χρίοντες] βασιλεῖς καὶ ἱερεῖς, ἀλλὰ καὶ πιαίνοντες τὰς ψυχὰς πανσόφοις διδασκαλίαις, καὶ καθιλαρύνοντες. Οἱ αὐτοὶ δὲ καὶ θυμίαμα διὰ τὴν εὐωδίαν τῶν ἀρετῶν· σύνθετον δὲ ὡς ἐκ πράξεως καὶ θεωρίας εὐωδιάζοντες. Περὶ μέν τοι τῶν εἰκοσαετῶν καὶ ἐπάνω, προειρήκαμεν ἐν τοῖς προλαβοῦσι. 77.1232 Κτηνοτρόφοι ὄντες οἱ τῆς φυλῆς Ῥουβεὶμ, καὶ οἱ τῆς φυλῆς Νὰδ, ἐπεὶ χώραν ἐθεάσαντο καλὴν εἰς κτηνοτροφίαν, πρὸ τοῦ Ἰορδάνου, ἐάλωσαν αὐτῆς καὶ παρεκάλεσαν τὸν Μωσῆν, λαβεῖν αὐτὴν εἰς κλῆρον. Ὀργιζομένου δὲ καὶ ὀνειδίζοντος Μωσέως, ἐπηγγείλαντο, εἰ λάβοιεν ταύτην, ἀφεῖναι μὲν ἐπὶ ταύτης τὴν ἑαυτῶν ἀποσκευήν· αὐτοὶ δὲ ἔνοπλοι διαπεράσαι καὶ συμπολεμεῖν τῷ λαῷ· μὴ μέντοι καὶ κληρονομίαν ἄλλην ἐπιζητῆσαι. Τοιοῦτοι τὸν τρόπον εἰσὶν οἱ πολυκτήμονες καὶ τοῦ γεηροῦ πλούτου ἐπιθυμοῦντες. Ὅλον γὰρ τὸν νοῦν τείνοντες εἰς τοῦτον, ὀκνοῦσι μὲν πρὸς τοὺς ὑπὲρ ἀρετῆς ἄθλους, καὶ τὰς ὑπὲρ τοῦ κληρονομῆσαι τῶν ἐπηγγελμένων ἀγαθῶν κακοπαθείας. Ὀνειδίζοντος δὲ τοῦ θείου νόμου, καὶ ὀργῇ τούτοις ἐπανατεινομένου, μόγις διαβαίνουσιν εἰς παράταξιν, καὶ προσβοηθοῦσι τοῖς ἀνδραγαθοῦσι κατὰ τῶν ἀοράτων ἐχθρῶν, καὶ πολεμουμέναις ταῖς Ἐκκλησίαις ἐπικουροῦσιν. Οὐ συγκληρονομοῦσι δὲ τούτοις, ὡς τὴν πρὸ τοῦ Ἰορδάνου κληρονομίαν προτιμήσαντες, ὡς δεδήλωται· λέγω δὴ τὴν παρακειμένην τῷ ῥέοντι καὶ ἀστατοῦντι βίῳ ἀπόλαυσιν, καὶ κτηνῶν, καὶ γυναικῶν, καὶ παίδων ἕνεκα, καὶ ἐπαύλεων, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον εἰσδεδεγμένοι. ΤΗΣ ΒΙΒΛΟΥ ΤΟΥ ∆ΕΥΤΕΡΟΝΟΜΙΟΥ. Ἐκέλευσε μὲν ὁ νόμος Ἑβραίους μὲν παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν, τῷ δὲ ἑβδόμῳ ἐλευθέρους ἀφίεσθαι· ἀλλοφύλους δὲ εἰς τὸν αἰῶνα δουλεύειν, δι' οὗ τὸ πεντηκοστὸν ἔτος ὑποσημαίνεται. Παντὶ πρακτικῷ παιδὸς ὁμοφύλου καὶ παιδίσκης δίκην ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ' ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες, καὶ ἀντιταττόμενοι τοῖς ἀντικειμένοις τῇ πρακτικῇ πνεύμασι τῆς πονηρίας, πληρώσαντες δὲ τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσεν ἀριθμός. Ἐν ἡμέραις γὰρ ἓξ ὁ Θεὸς ἔκτισε τὸν κόσμον, τῆς ἀπαθείας παραγινομένης. ἣν αἰνίττεται τὸ ἕβδομον ἔτος. Ἐλεύθεροι λοιπὸν τῆς ἐπὶ τοῖς