Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἑαυτῶν θεοὺς, τότε συνέντες μόλις τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον παρὰ Θεοῦ· "6Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;"6 Παθόντες τοίνυν τὴν ἐντροπὴν τὴν ἐπί γε τοῖς ἰδίοις θεοῖς, οὓς ἐπεθύμησαν αὐτοὶ, καὶ μέντοι τοῖς κήποις, ἔσονται ὡς τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· τοῦτ' ἔστι, γυμνοί τε καὶ ἀτιμότατοι, καὶ πολὺ νοσοῦντες τὴν ἀκαρπίαν, δῆλον δὲ ὅτι τὴν νοητὴν τὴν ἐν πράξε- σιν ἀγαθαῖς. Ἡ μὲν γὰρ τερέβινθος, ἤγουν ἕτερόν τι τῶν φυτῶν, ἕως μὲν ταῖς ἰδίαις ἄνθαις ὁρᾶται κατάκομον, τὴν αὐτῷ πρέπουσαν ἀποσώζει δόξαν· ἀποβεβληκὸς δὲ τὰ φύλλα, ξηρὸν ἔσται καὶ ἀκαλλὲς, καὶ οἷον ἠτιμασμένον. Παράδεισος δὲ πάλιν, εἰ μὲν ἔχοι πηγὰς, εὐδενδρότατος ἔσται τις, καὶ ταῖς τῶν καρπῶν ἀφθονίαις πολυειδῶς ἐναβρύνεται. Ξηρὸς δὲ καὶ ἄνυδρος ὢν, ἔσται που πάντως ἐν ἀκαρπίᾳ, μᾶλλον δὲ καὶ αὐτῶν νοσήσει τὴν ἐρημίαν. Ἄτιμος τοίνυν καὶ ἄκαρπος ἀπομεμένηκεν ὁ Ἰσραήλ. Ποῖος γάρ ἐστι καρπὸς ἀρετῆς ἐν τοῖς τῶν εἰδώλων θεραπευταῖς; Ἢ πῶς οὐχ ἁπάσης ἀτιμίας ἔμπλεως, ὁ Θεὸν ἀφεὶς τὸν ἕνα καὶ φύσει, "6καὶ λέγων τῷ ξύλῳ, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με;"6 Ἔσται δὲ καὶ ἑτέρως Ἰσραὴλ ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδη- μίας, τὴν τοῦ νόμου τηροῦντες σκιὰν, προσεοίκεσαν φυτοῖς, καρπὸν μὲν οὐκ ἔχουσι, πλὴν εὖ μάλα περιηνθισμένοις ταῖς τῶν φύλλων ἐκβολαῖς. Ἐπειδὴ δὲ προσκεκρούκασι τῷ Χριστῷ, καὶ αὐτὴν ἀποβεβλή- κασι τὴν τῆς σκιᾶς τήρησιν. Οὐ γὰρ ἔτι τηροῦσι τὰς κατὰ νόμον θυσίας, οὔτε μὴν τοῖς νομικοῖς αὐχήμα- σιν ἐπισεμνύνονταί ποθεν· ὀλίγιστα δὲ κατὰ πόλεις τῶν ἀρχαίων τηροῦντες ἐθνῶν, ἄκαρποί εἰσιν καὶ ἠτιμωμένοι· καὶ μάλα εἰκότως. Ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθ' ὅτι οὐκ ἦν δυ- νατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ. 70.65 9Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρὸς, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.9 Ὁ σοφὸς εἴρηκεν Σολομὼν, ὅτι Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· καὶ ἀληθὴς ὁ λόγος. Ἑκάστῳ γὰρ ἡμῶν τὰ ἴδια πλημμελήματα προξενεῖ τὸν ὄλεθρον, καὶ τὰς ἐκ θείας ὀργῆς ἐπιφέρει δίκας. Ὁποῖόν τι πεπόνθασιν οἱ ἐξ Ἰσραήλ. Εἰργά-σαντο μὲν γὰρ ἑαυτοῖς τοὺς ψευδωνύμους θεοὺς, καὶ ἐπ' αὐτοῖς ἐσχήκασι τὴν ἐλπίδα, τοῦ δύνασθαι κατα- κρατεῖν ἐχθρῶν. Ἀλλ' αὐτὸ δὴ τοῦτο γέγονεν αὐτοῖς μονονουχὶ πῦρ τε καὶ ξύλα. ∆ιὰ γὰρ ταύτην τὴν πλημμέλειαν δέδονται πυρὶ, καὶ τοῦτο ἀσβέστῳ, τοῦτ' ἔστι, δειναῖς τε καὶ ἀκαταλήκτοις συμφοραῖς, ἐπαμύνοντος οὐδενός. Καὶ τοῦτο ἡμῖν σαφὲς καθ- ίστησι, λέγων· Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρός. Ἡ προσδοκηθεῖσα, φησὶν, ἔσεσθαι δύναμις αὐτοῖς, ἔσται ὡς καλάμη στιππύου, τοῦτ' ἔστι, τροφὴ πυρὸς καὶ ὑπέκκαυμα, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, ὡς πυρὸς σπινθῆρες ἀκοντιζόμενοι κατ' αὐτῶν. Καυθή- σονται οὖν οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Πα- ραιτητέον τοίνυν τὸ προσκρούειν Θεῷ, καὶ τὸ δρᾷν ἐκεῖνα ............... ........ αὐτὰ γὰρ ἡμῶν τὰ ἔργα, καὶ πῦρ ἡμῖν ἔσται καὶ τροφὴ πυρὸς, καθάπερ ἀμέλει καὶ τὰ ἐκ πράξεων ἀγαθῶν αὐχήματα, καὶ ζωῆς καὶ δόξης ἐμποιητικὰ τοῖς κατορθοῦσιν εὑρίσκεται.
{1ΛΟΓΟΣ Βʹ.}1 9Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἡσαΐαν, υἱὸν Ἀμὼς, περὶ τῆς Ἰουδαίας καὶ περὶἹερουσαλήμ.9
Συγγενῆ τοῖς φθάσασι τὰ προκείμενα, καὶ διὰ τῶν ἴσων ἐννοιῶν ἐρχόμενα
κατίδοι τις ἂν αὐτὰ, λεπτὸν ἐπιστήσας τοῖς θεωρήμασι τῆς διανοίας τὸν νοῦν. Γεγόνασι γὰρ οἱ πάλαι παρὰ Θεοῦ λόγοι πρὸς τὸν θεσπέσιον προφήτην περὶ τῆς