Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
τοῦ Σατανᾶ ὑποβάλλοντος αὐτῷ ζηλῶσαι τὸν ἄνομον. (A f. 6 b.) Οὐκοῦν ἀληθὴς ὁ λόγος καὶ κατὰ παντὸς ἀλαζόνος καὶ ἀπηνοῦς λεγόμενος, ἀφύκτοις ὥσπερ 69.780 πλεονεξίαις καταφλέγοντος τοὺς ἀσθενεστέρους. Ἀλη θὲς γὰρ κἀκεῖνο· οἱ γὰρ τὴν ἐγκόσμιον ταύτην καὶ δαιμονιώδη καὶ ψυχικὴν σοφίαν ἐξησκηκότες, ἀλαζο νεύονται διὰ τοῦτο, καὶ τοὺς ἐν πτωχείᾳ φρενῶν ἐμπυρίζουσι, τουτέστιν υἱοὺς γεέννης ἀποφαίνουσι, συνηγοροῦντες τῷ ψεύδει, καὶ ταῖς αὐτῶν εὐγλωττίαις τὴν ἀπάτην κατακαλλύνοντες, καὶ ἀποφέροντες διὰ τούτου πρὸς τὸ πλανᾶσθαι πολλούς· οὗτοι συλλαμβά νονται, καθάπερ εἰς παγίδα πεσόντες εἰς τὰ τῶν πλάνων διαβούλια· ὃ γὰρ ἂν ἐκεῖνοι συμβουλεύσειαν, τοῦτο τοῖς ἀσθενεστέροις πάγη καὶ βρόχος γίνεται. Ἑτέρως δὲ ὑπερήφανος μὲν ὁ Σατανᾶς· ἐπειδὴ δὲ τοιοῦτός ἐστιν, ἕως ἐξῆν αὐτῷ τοῦτο δρᾷν καὶ κατ επαίρεσθαι τῶν ἐπὶ τῆς γῆς, ἐνεπυρίσθη πᾶς ὁ πτω χὸς, τουτέστιν ὁ ἐν ἐνδείᾳ φρενῶν, καὶ πνευματικῆς ἰσχύος ἐπιδεής· ἡ γὰρ ὑπεροψία τοῦ πονηροῦ, πύρω σις τῷ πτωχῷ γίνεται λαῷ. "Συνελήφθησαν γὰρ ἐν διαβουλίοις οἷς διαλογίζονται." Καὶ τίνες οἱ διαλο γιζόμενοι; Ἢ αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς, καὶ οἱ κοσμοκράτορες τοῦ κόσμου τούτου, ὧν τὰ διαβούλια καὶ αἱ κακουργίαι καὶ κατὰ πάντων μηχανήματα, παγίδες εἰσὶ τοῖς ἁλισκομένοις· ἢ αὐτοὶ οἱ πλεον εκτούμενοι, ἐν τοῖς ἑαυτῶν διαβουλίοις συλλαμβάνον ται· ὃ γὰρ ἂν βουλεύσωνται, τοῦτο πάντως ἔσται κατ' αὐτῶν. Ὡς ἐν κεφαλαίῳ τοίνυν εἰπεῖν, ἐκ μέσου γενέσθαι παρακαλεῖ τὸν ἀλαζόνα δράκοντα καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις, ὧν τοῖς διαβουλίοις ὁ πτωχὸς ἐμπυρίζεται, πρὸς πᾶν εἶδος φαυλότητος κατ ωθούμενος· διὰ τοῦ μὴ εἰδέναι τίς ὁ φύσει Θεὸς, μήτε μὴν τοῖς θείοις νόμοις πρὸς τὸ καλὸν ἀπευθύ νεσθαι. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. (A f. 70.) Ἢ καὶ οὕτως. Εἰς τοῦτο, φησὶ, φαυλό τητος καὶ ἀθλιότητος πραγμάτων κατεκομίσθη τὰ ἀνθρώπινα ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ὡς εἶναι μὲν παντελῶς οὐδένα τῆς ἀγαθουργίας τὸν ἐπι μελητὴν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἐπαινεῖσθαι παρὰ πάντων τοὺς ταῖς τῶν ἰδίων ψυχῶν ἐπιθυμίαις ἀκο λουθοῦντας, οἳ τάχα που καὶ ἐναβρύνονται τῷ κακῷ καὶ ἐπὶ τῷ εἶναι πονηροὶ μέγα φρονοῦσι, κατασκώ πτοντος μὲν αὐτοὺς οὐδενὸς, εὐλογοῦντος δὲ μᾶλλον ἤγουν εὐφημοῦντος. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. (A f. 70.) Νοήσεις δὲ καὶ οὕτως ὅτι παρώξυνε τὸν Κύριον, χλευάζων τοὺς περὶ τῆς προνοίας καὶ τῆς κρίσεως αὐτοῦ λόγους. Πολλοὶ γοῦν ἀκούοντες τοιοῦ τόν τι, γελῶσιν εὐθέως· τούτῳ δὲ συναπτέον καὶ τὸ, "Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ," ἵνα ᾖ τὸ ὅλον οὕτω· Παρώξυνε γὰρ, φησὶ, τὸν Κύριον ὁ ἁμαρτωλὸς, πλῆθος ὀργῆς ἑαυτῷ θησαυρίζων· τὸ γὰρ αὐτοῦ ἐπὶ τοῦ παροξύνοντος αὐτὸν ληπτέον. Εἶτα τὸ οὐκ ἐκζη τήσει, καθ' ὑποστιγμὴν ἀναγνωστέον· ἵνα ᾖ τὸ νοούμενον οὕτως· Ἆρ' οὖν ὁ μὲν παροξύνει τὸν Θεὸν καὶ τὸ πλῆθος ἑαυτῷ ἐκκαίων ὀργῆς; ὁ δὲ οὐ· ἐκζητήσει; Ἢ καὶ οὕτως· Παροξύνει μὲν τὸν Θεὸν ὁ 69.781 ἁμαρτωλὸς, οὐκ ἔχων αὐτὸν εἰς νοῦν. Εἶτα ὡς ἐν ἐπερωτήσει· Τί δέ; Ὁ Θεὸς οὐκ ἐκζητήσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε καὶ τὸ πλῆθος καὶ ἡ ἔκκαυσις ἔσται τῆς ὀργῆς αὐτοῦ; Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ· βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ. (A f. 70 b, B f. 3.) Ὁ γὰρ μὴ ἐπιστάμενος ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Ἐπὶ μὲν οὖν ἀνθρώπων, οὕτως ἂν νοηθεῖεν οἱ προκείμενοι λόγοι τῶν στίχων, ὅτι παντὸς φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνε νευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τὸ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶ μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἶον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κρι μάτων, ἤτοι νόμων. Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων, καὶ τό γε ἧκον εἰς αὐτὴν, ὁ τῆς ἀρετῆς βραβευτὴς ἀναιρεῖται νόμος, καὶ ἀνατέτραπται θέλημα τὸ ∆εσποτικόν. Ἐπὶ δὲ τοῦ Σατανᾶ λεγόμενα ταῦτα, πολὺ τὸ εἰκὸς ἔχει· ἀεὶ γὰρ ἀκάθαρτοι αἱ ὁδοὶ αὐτοῦ, καὶ τοῖς τοῦ Θεοῦ νόμοις