προδιεγνωσμένον ὡς αἱ τῶν ἱεροτύπων εἰκόνων ἀνακαθάρσεις τὰς αὐτὰς ἔσθ' ὅτε τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις ἱεραρχούσας ἐμφαίνουσι καὶ αὖθις ἱεραρχουμένας καὶ τὰς ἐσχάτας ἱεραρχούσας ἱεραρχουμένας τε τὰς πρώτας καὶ τὰς αὐτὰς ὡς εἴρηται πρώτας τε καὶ μέσας καὶ τελευταίας ἐχούσας δυνάμεις, οὐδενὸς ἀτόπου λόγου παρεισαγομένου κατὰ τὸν τοιόνδε τῶν ἀναπτύξεων τρόπον· εἰ μὲν γὰρ ἱεραρχεῖσθαί τινας ὑπὸ τῶν προτέρων ἐλέγομεν, εἶτα τῶν αὐτῶν ἱεραρχούσας καὶ τὰς προτέρας αὖθις ἱεραρχούσας τῶν τελευταίων ἱεραρχεῖσθαι πρὸς αὐτῶν ἐκείνων τῶν ἱε ραρχουμένων, ὄντως ἀτοπία τὸ πρᾶγμα καὶ συγχύσεως πολλῆς ἀνά μεστον· εἰ δὲ τὰς αὐτὰς ἱεραρχεῖν τε καὶ ἱεραρχεῖσθαι λέγομεν, οὐκέτι δὲ τῶν αὐτῶν ἢ πρὸς τῶν αὐτῶν, ἀλλ' αὐτὴν ἑκάστην ἱεραρχεῖσθαι μὲν ὑπὸ τῶν προτέρων, ἱεραρχεῖν δὲ τῶν τελευταίων, οὐκ ἀπεικότως ἄν τις φαίη τὰς ἐν τοῖς λογίοις ἱεροπλάστους μορφώσεις τὰς αὐτὰς ἔσθ' ὅτε δύνασθαι καὶ πρώταις καὶ μέσαις καὶ τελευταίαις δυνάμεσιν οἰκείως καὶ ἀληθῶς περιτεθῆναι, καὶ τὸ πρὸς τὸ ἄναντες οὖν ἐπιστρεπτικῶς ἀνατεί νεσθαι καὶ τὸ περὶ ἑαυτὰς ἀρρεπῶς εἰλεῖσθαι τῶν οἰκείων οὔσας φρουρη τικὰς δυνάμεων καὶ τὸ τῇ περὶ τὰ δεύτερα κοινωνικῇ προόδῳ τῆς προνοητικῆς αὐτὰς ἐν μεθέξει δυνάμεως εἶναι πάσαις ἀψευδῶς ἁρμόσει ταῖς οὐρανίαις οὐσίαις, εἰ καὶ ταῖς μὲν ὑπερκειμένως καὶ ὁλικῶς, ὡς πολλάκις εἴρηται, ταῖς δὲ μερικῶς καὶ ὑφειμένως. <2> Ἀρκτέον δὲ τοῦ λόγου καὶ ζητητέον ἐν πρώτῃ τῶν τύπων ἀνακαθάρσει δι' ἣν αἰτίαν ἡ θεολογία σχεδὸν παρὰ πάσας εὑρίσκεται τιμῶσα τὴν ἐμπύριον ἱερογραφίαν. Eὑρήσεις γοῦν αὐτὴν οὐ μόνον τρο χοὺς πυρώδεις διαπλάττουσαν ἀλλὰ καὶ ζῷα πεπυρωμένα καὶ ἄνδρας ὡς πῦρ ἐξαστράπτοντας καὶ περὶ αὐτὰς τὰς οὐρανίας οὐσίας σωροὺς ἀνθράκων πυρὸς περιτιθεῖσαν καὶ ποταμοὺς ἀσχέτῳ ·οίζῳ πυριφλεγέ θοντας. Ἀλλὰ καὶ τοὺς θρόνους φησὶ πυρίους εἶναι καὶ αὐτοὺς δὲ τοὺς ὑπερτάτους Σεραφὶμ ἐμπρηστὰς ὄντας ἐκ τῆς ἐπωνυμίας ἐμφαίνει καὶ τὴν πυρὸς ἰδιότητα καὶ ἐνέργειαν αὐτοῖς ἀπονέμει καὶ ὅλως ἄνω καὶ κάτω τὴν ἐμπύριον τιμᾷ ἐκκρίτως τυποπλαστίαν. Τὸ μὲν οὖν πυρῶδες ἐμφαίνειν οἴομαι τὸ τῶν οὐρανίων νοῶν θεοειδέστατον. Oἱ γὰρ ἱεροὶ θεολόγοι τὴν ὑπερούσιον καὶ ἀμόρφωτον οὐσίαν ἐν πυρὶ πολλαχῇ διαγράφουσιν ὡς ἔχοντι πολλὰς τῆς θεαρχικῆς εἰ θέμις εἰπεῖν ἰδιότητος ὡς ἐν ὁρατοῖς εἰκόνας. Τὸ γὰρ αἰσθητὸν πῦρ ἔστι μὲν ὡς εἰπεῖν ἐν πᾶσι καὶ διὰ πάντων ἀμιγῶς φοιτᾷ καὶ ἐξῄρηται πάντων καὶ παμφαὲς ὂν ἅμα καὶ ὡς κρύφιον, ἄγνωστον αὐτὸ καθ' αὑτὸ μὴ προκειμένης ὕλης εἰς ἣν ἀναφαίνοι τὴν οἰκείαν ἐνέργειαν, ἄσχετόν τε καὶ ἀθεώρητον, αὐτοκρατητικὸν ἁπάντων καὶ τὰ ἐν οἷς ἂν ἐγγένηται πρὸς τὴν οἰκείαν ἐνέργειαν ἀλλοιωτικόν, μεταδοτικὸν ἑαυτοῦ πᾶσι τοῖς ὁπωσοῦν πλησιάζουσιν, ἀνανεωτικὸν τῇ ζωπύρῳ θερμότητι, φωτιστικὸν ταῖς ἀπερικαλύπτοις ἐλλάμψεσιν, ἀκράτητον ἀμιγὲς διακριτικὸν ἀναλλοίωτον, ἀνώφορον ὀξύπορον, ὑψη λὸν οὐδεμιᾶς ἀνεχόμενον ὑποπεζίας ὑφέσεως, ἀεικίνητον ταυτοκίνητον κινητικὸν ἑτέρων, περιληπτικὸν ἀπερίληπτον, ἀπροσδεὲς ἑτέρου, λανθα νόντως αὐξητικὸν ἑαυτοῦ καὶ πρὸς τὰς ὑποδεχομένας ὕλας ἐκφαῖνον τὴν ἑαυτοῦ μεγαλειότητα, δραστήριον δυνατόν, ἅπασι παρὸν ἀοράτως ἀμε λούμενον οὐκ εἶναι δοκοῦν, τῇ τρίψει δὲ καθάπερ τινὶ ζητήσει συμφυῶς καὶ οἰκείως ἐξαίφνης ἀναφαινόμενον καὶ αὖθις ἀκαταλήπτως ἀφιπτάμενον, ἀμείωτον ἐν πάσαις ταῖς πανολβίαις ἑαυτοῦ μεταδόσεσι. Καὶ πολλὰς ἄν τις εὕροι τοῦ πυρὸς ἰδιότητας οἰκείας ὡς ἐν αἰσθητοῖς εἰκόνας θεαρχικῆς