ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ

 πρὸς τοὺς θεαρχικοὺς ὕμνους ὑπ' αὐτῶν ὑπερκοσμίως φωτιζόμενοι καὶ πρὸς τὰς ἱερὰς ὑμνολογίας τυπούμενοι πρὸς τὸ καὶ ὁρᾶν τὰ συμμέτρως ἡμῖν δι' αὐτῶν δω

 γὰρ αἱ γνώσεις πᾶσαι τῶν ὄντων εἰσὶ καὶ εἰς τὰ ὄντα τὸ πέρας ἔχουσιν, ἡ πάσης οὐσίας ἐπέκεινα καὶ πάσης γνώσεώς ἐστιν ἐξῃρημένη. <5> Καὶ μήν, εἰ κρείτ

 <7> Oὕτως οὖν τῇ πάντων αἰτίᾳ καὶ ὑπὲρ πάντα οὔσῃ καὶ τὸ ἀνώνυμον ἐφαρμόσει καὶ πάντα τὰ τῶν ὄντων ὀνόματα, ἵνα ἀκριβῶς ᾖ τῶν ὅλων βασίλεια καὶ περὶ α

 πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ» καὶ ὅτι «Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν» Ὅτι δὲ καὶ τὴν κυρείαν ἔχει τῶν

 ἑναρχικῇ τριάδι καὶ κοινὸν ἡ ὑπερούσιος ὕπαρξις, ἡ ὑπέρθεος θεότης, ἡ ὑπεράγαθος ἀγαθότης, ἡ πάντων ἐπέκεινα τῆς ἐπέκεινα πάντων ὅλης ἰδιότητος ταὐτότ

 κεκοινώνηκε λόγον, εἰ μή πού τις φαίη κατὰ τὴν ἀγαθοπρεπῆ καὶ φιλάνθρωπον ὁμοβουλίαν καὶ κατὰ πᾶσαν τὴν ὑπερκειμένην καὶ ἄῤῥητον θεουργίαν, ἣν ἔδρακε

 Ἰησοῦ φησιν ἐν ταῖς συνηγμέναις αὐτῷ Θεολογικαῖς στοιχειώσεσιν· <10> Ἡ πάντων αἰτία καὶ ἀποπληρωτικὴ τοῦ υἱοῦ θεότης ἡ τὰ μέρη τῇ ὁλότητι σύμφωνα διασ

 <III.> <1> Καὶ πρώτην, εἰ δοκεῖ, τὴν παντελῆ καὶ τῶν ὅλων τοῦ θεοῦ προόδων ἐκφαντορικὴν ἀγαθωνυμίαν ἐπισκεψώμεθα τὴν ἀγαθαρχικὴν καὶ ὑπεράγαθον ἐπικαλ

 ἱεράρχαις, ἡνίκα καὶ ἡμεῖς, ὡς οἶσθα, καὶ αὐτὸς καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ καὶ θεοδόχου σώματος συνεληλύθαμεν, παρῆν

 χωρήσεις, αἱ ἀσύγχυτοι διακρίσεις, αἱ πρὸς τὰς κρείττους ἀναγωγικαὶ τῶν ὑφειμένων δυνάμεις, αἱ περὶ τὰ δεύτερα πρόνοιαι τῶν πρεσβυτέρων, αἱ τῶν οἰκείω

 κινεῖ καὶ τρέφει καὶ αὔξει καὶ τελειοῖ καὶ καθαίρει καὶ ἀνανεοῖ. Καὶ μέτρον ἐστὶ καὶ ἀριθμὸς ὡρῶν, ἡμερῶν καὶ παντὸς τοῦ καθ' ἡμᾶς χρόνου τὸ φῶς. Aὐτὸ

 μεταδόσεις καὶ ὡς πάντα πρὸς ἑαυτὸ καλοῦν, ὅθεν καὶ κάλλος λέγεται, καὶ ὡς ὅλα ἐν ὅλοις εἰς ταὐτὸ συνάγον, καλὸν δὲ ὡς πάγκαλον ἅμα καὶ ὑπέρκαλον καὶ

 καλὸν καὶ ἀγαθὸν τὸ ὑπὲρ πᾶσαν στάσιν καὶ κίνησιν. ∆ιὸ πᾶσα στάσις καὶ κίνησις καὶ ἐξ οὗ καὶ ἐν ᾧ καὶ εἰς ὃ καὶ οὗ ἕνεκα. Καὶ γὰρ «ἐξ αὐτοῦ καὶ δι' αὐ

 <12> Καίτοι ἔδοξέ τισι τῶν καθ' ἡμᾶς ἱερολόγων καὶ θειότερον εἶναι τὸ τοῦ ἔρωτος ὄνομα τοῦ τῆς ἀγάπης. Γράφει δὲ καὶ ὁ θεῖος Ἰγνάτιος· «Ὁ ἐμὸς ἔρως ἐσ

 ἀΐδιος κύκλος διὰ τἀγαθόν, ἐκ τἀγαθοῦ καὶ ἐν τἀγαθῷ καὶ εἰς τἀγαθὸν ἐν ἀπλανεῖ συνελίξει περιπορευόμενος καὶ ἐν ταὐτῷ καὶ κατὰ τὸ αὐτὸ καὶ προϊὼν ἀεὶ

 Πόθεν οὖν ἐστι τὸ κακόν Eἴποι τις. Eἰ γὰρ μὴ ἔστι τὸ κακόν, ἀρετὴ καὶ κακία ταὐτὸν καὶ ἡ πᾶσα τῇ ὅλῃ καὶ ἡ ἐν μέρει τῇ ἀνὰ λόγον ἢ οὐδὲ τὸ τῇ ἀρετῇ μ

 ἄλογον ἐπιθυμίαν, ἐν τούτῳ μὲν οὔτε ἔστιν οὔτε ὄντων ἐπιθυμεῖ, μετέχει δὲ ὅμως τἀγαθοῦ κατ' αὐτὸ τὸ τῆς ἑνώσεως καὶ φιλίας ἀμυδρὸν ἀπήχημα. Καὶ ὁ θυμὸ

 ἁπλῶς οὔτε κατὰ χρόνον. <22> Ἀλλ' οὔτε ἐν ἀγγέλοις ἐστὶ τὸ κακόν. Eἰ γὰρ ἐξαγγέλλει τὴν ἀγαθότητα τὴν θείαν ὁ ἀγαθοειδὴς ἄγγελος ἐκεῖνο ὢν κατὰ μέθεξι

 <24> Ἀλλὰ ψυχάς τις εἶναι λέγοι κακάς Eἰ μέν, ὅτι συγγίνονται κακοῖς προνοητικῶς καὶ σωστικῶς, τοῦτο οὐ κακόν, ἀλλ' ἀγαθὸν καὶ ἐκ τἀγαθοῦ τοῦ καὶ τὸ

 <30> Συνελόντι δὲ φάναι· Τὸ ἀγαθὸν ἐκ μιᾶς καὶ τῆς ὅλης αἰτίας, τὸ δὲ κακὸν ἐκ πολλῶν καὶ μερικῶν ἐλλείψεων. Oἶδεν ὁ θεὸς τὸ κακόν, ᾗ ἀγαθόν, καὶ παρ'

 ἀγαθότητας. <34> Oὐκ ἄρα ὂν τὸ κακόν, οὐδὲ ἐν τοῖς οὖσι τὸ κακόν. Oὐδαμοῦ γὰρ τὸ κακόν, ᾗ κακόν. Καὶ τὸ γίνεσθαι τὸ κακὸν οὐ κατὰ δύναμιν, ἀλλὰ δι' ἀσ

 τῆς παντελοῦς τοῦ ἑνὸς θεοῦ προνοίας ἐκφαντικήν, τὰς δὲ τῶν ὁλικωτέρων τοῦ αὐτοῦ καὶ μερικωτέρων. <3> Καίτοι φαίη τις· Ἀνθ' ὅτου τοῦ ὄντος τὴν ζωὴν κα

 <6> Πρώτην οὖν τὴν τοῦ αὐτὸ εἶναι δωρεὰν ἡ αὐτοϋπεραγαθότης προβαλλομένη τῇ πρεσβυτέρᾳ πρώτῃ τῶν μετοχῶν ὑμνεῖται. Καὶ ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ καὶ

 Eἰ γὰρ ὁ καθ' ἡμᾶς ἥλιος τὰς τῶν αἰσθητῶν οὐσίας καὶ ποιότητας καίτοι πολλὰς καὶ διαφόρους οὔσας ὅμως αὐτὸς εἷς ὢν καὶ μονοειδὲς ἐπιλάμπων φῶς ἀνανεοῖ

 θεοειδῆ καὶ ἀναλλοίωτον ἀθανασίαν καὶ τὴν ἀῤῥεπῆ καὶ ἀπαρέγκλιτον ἀεικινησίαν ὑπερεκτεινομένη διὰ περιουσίαν ἀγαθότητος καὶ εἰς τὴν δαιμονίαν ζωήν, οὐ

 καὶ τῆς αὐτοσοφίας καὶ τῆς ὅλης καὶ τῆς καθ' ἕκαστόν ἐστιν ὑποστάτις. <2> Ἐξ αὐτῆς αἱ νοηταὶ καὶ νοεραὶ τῶν ἀγγελικῶν νοῶν δυνάμεις τὰς ἁπλᾶς καὶ μακα

 πάντων αἰτίᾳ. ∆ιὸ καὶ ἐν πᾶσιν ὁ θεὸς γινώσκεται καὶ χωρὶς πάντων. Καὶ διὰ γνώσεως ὁ θεὸς γινώσκεται καὶ διὰ ἀγνωσίας. Καὶ ἔστιν αὐτοῦ καὶ νόησις καὶ

 αὐτοδύναμιν εἶναι καὶ τῷ ὑπερδύνασθαι καὶ ἀπειράκις ἀπείρους τῶν οὐσῶν δυνάμεων ἑτέρας παραγαγεῖν καὶ τῷ μὴ ἄν ποτε δυνηθῆναι τὰς ἀπείρους καὶ ἐπ' ἄπε

 αἰῶνος, ὡς κατ' οὐδὲν τῶν ὄντων ἐκπεπτωκότα, μᾶλλον δὲ καὶ ὑπερέχοντα καὶ προέχοντα πάντα τὰ ὄντα κατὰ δύναμιν ὑπερούσιον καὶ πᾶσι τοῖς οὖσι τὸ δύνασθ

 ὁρίζεται καὶ πᾶσα ἀνισότης ἡ κατὰ στέρησιν τῆς ἐν αὐτοῖς ἑκάστοις ἰσότητος ἐξορίζεται. Τὴν γὰρ ἀνισότητα εἴ τις ἐκλάβοι τὰς ἐν τῷ ὅλῳ τῶν ὅλων πρὸς ὅλ

 αὐχένα δὲ τὴν δόξαν ὡς ἐν μέσῳ λόγου καὶ ἀλογίας, στῆθος δὲ θυμόν, γαστέρα δὲ τὴν ἐπιθυμίαν, σκέλη δὲ καὶ πόδας τὴν φύσιν ἐλέγομεν τοῖς τῶν μερῶν ὀνόμ

 αὐτὸν τῶν ἀπ' αὐτοῦ προεληλυθότων ἐπιστροφήν. <10> Eἰ δέ τις τὴν ταὐτοῦ τῶν λογίων ἢ τὴν τῆς δικαιοσύνης θεωνυμίαν ἐπὶ τοῦ ἴσου λαμβάνοι, ῥητέον ἴσον

 ὑπάρχοντα, καθ' ὅσον καὶ πρὸ αἰῶνός ἐστι καὶ ὑπὲρ αἰῶνα καὶ «ἡ βασιλεία» αὐτοῦ «βασιλεία πάντων τῶν αἰώνων». Ἀμήν. <ΧI.> <1> Ἄγε δὴ τὴν θείαν καὶ ἀρχι

 καὶ οὐκ ἄν ποτε ἑκόντα ἠρεμεῖν ἐθελήσοι. Καὶ εἰ μὲν ἑτερότητα καὶ διάκρισιν ὁ ταῦτα λέγων φησὶ τὴν ἑκάστου τῶν ὄντων ἰδιότητα καὶ ὅτι ταύτην οὐδὲ ἓν τ

 αὐτοθέωσιν, ὧν τὰ ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεα καὶ ἔστι καὶ λέγεται καὶ τὰ ἄλλα ὡσαύτως. ∆ιὸ καὶ πρῶτον αὐτῶν ὁ ἀγαθὸς

 Τέλειον μὲν οὖν ἐστιν οὐ μόνον ὡς αὐτοτελὲς καὶ καθ' ἑαυτὸ ὑφ' ἑαυτοῦ μονοειδῶς ἀφοριζόμενον καὶ ὅλον δι' ὅλου τελειότατον, ἀλλὰ καὶ ὡς ὑπερτελὲς κατὰ

 Καὶ οὐδὲ αὐτὸ τὸ τῆς ἀγαθότητος ὡς ἐφαρμόζοντες αὐτῇ προσφέρομεν, ἀλλὰ πόθῳ τοῦ νοεῖν τι καὶ λέγειν περὶ τῆς ἀῤῥήτου φύσεως ἐκείνης τὸ τῶν ὀνομάτων σε

<30> Συνελόντι δὲ φάναι· Τὸ ἀγαθὸν ἐκ μιᾶς καὶ τῆς ὅλης αἰτίας, τὸ δὲ κακὸν ἐκ πολλῶν καὶ μερικῶν ἐλλείψεων. Oἶδεν ὁ θεὸς τὸ κακόν, ᾗ ἀγαθόν, καὶ παρ' αὐτῷ αἱ αἰτίαι τῶν κακῶν δυνάμεις εἰσὶν ἀγαθοποιοί. Eἰ τὸ κακὸν ἀΐδιον καὶ δημιουργεῖ καὶ δύναται καὶ ἔστι καὶ δρᾷ, πόθεν αὐτῷ ταῦτα; Ἠ ἐκ τοῦ ἀγαθοῦ ἢ τῷ ἀγαθῷ ἐκ τοῦ κακοῦ ἢ ἀμφοῖν ἐξ ἄλλης αἰτίας; Πᾶν τὸ κατὰ φύσιν ἐξ αἰτίας ὡρισμένης γεννᾶται. Eἰ τὸ κακὸν ἀναίτιον καὶ ἀόριστον, οὐ κατὰ φύσιν, οὐδὲ γὰρ ἐν τῇ φύσει τὸ παρὰ φύσιν, οὐδὲ ἀτεχνίας ἐν τῇ τέχνῃ λόγος. Ἀρα ἡ ψυχὴ τῶν κακῶν αἰτία καθάπερ τὸ πῦρ τοῦ θερμαίνειν καὶ πάντα, οἷς ἂν γειτνιάσῃ, κακίας ἀναπίμπλησιν; Ἢ ἀγαθὴ μὲν ἡ ψυχῆς φύσις, ταῖς δὲ ἐνεργείαις ποτὲ μὲν οὕτως ἔχει, ποτὲ δὲ οὕτως; Eἰ μὲν φύσει καὶ τὸ εἶναι αὐτῆς κακόν, καὶ πόθεν αὐτῇ τὸ εἶναι; Ἠ ἐκ τῆς δημιουργικῆς τῶν ὅλων ὄντων ἀγαθῆς αἰτίας; Ἀλλ' εἰ ἐκ ταύτης, πῶς κατ' οὐσίαν κακόν; Ἀγαθὰ γὰρ πάντα ταύτης ἔκγονα. Eἰ δὲ ταῖς ἐνεργείαις, οὐδὲ τοῦτο ἀμετάβλητον. Eἰ δὲ μή, πόθεν αἱ ἀρεταὶ μὴ καὶ ἀγαθοειδοῦς αὐτῆς γινομένης; Λείπεται ἄρα τὸ κακὸν ἀσθένεια καὶ ἔλλειψις τοῦ ἀγαθοῦ εἶναι. <31> Τῶν ἀγαθῶν τὸ αἴτιον ἕν. Eἰ τῷ ἀγαθῷ τὸ κακὸν ἐναντίον, τοῦ κακοῦ τὰ αἴτια πολλά. Oὐ μὴν τὰ ποιητικὰ τῶν κακῶν λόγοι καὶ δυνάμεις, ἀλλ' ἀδυναμία καὶ ἀσθένεια καὶ μίξις τῶν ἀνομοίων ἀσύμμετρος. Oὔτε ἀκίνητα καὶ ἀεὶ ὡσαύτως ἔχοντα τὰ κακά, ἀλλ' ἄπειρα καὶ ἀόριστα καὶ ἐν ἄλλοις φερόμενα καὶ τούτοις ἀπείροις. Πάντων καὶ τῶν κακῶν ἀρχὴ καὶ τέλος ἔσται τὸ ἀγαθόν, τοῦ γὰρ ἀγαθοῦ ἕνεκα πάντα, καὶ ὅσα ἀγαθὰ καὶ ὅσα ἐναντία, καὶ γὰρ καὶ ταῦτα πράττομεν τὸ ἀγαθὸν ποθοῦντες, οὐδεὶς γὰρ εἰς τὸ κακὸν ἀποβλέπων ποιεῖ, ἃ ποιεῖ. ∆ιὸ οὔτε ὑπόστασιν ἔχει τὸ κακόν, ἀλλὰ παρυπόστασιν τοῦ ἀγαθοῦ ἕνεκα καὶ οὐχ ἑαυτοῦ γινόμενον. <32> Τῷ κακῷ τὸ εἶναι θετέον κατὰ συμβεβηκὸς καὶ δι' ἄλλο καὶ οὐκ ἐξ ἀρχῆς οἰκείας. Ὥστε τὸ γιγνόμενον ὀρθὸν μὲν εἶναι δοκεῖν, ὅτι τοῦ ἀγαθοῦ ἕνεκα γίνεται, τῷ ὄντι δὲ οὐκ ὀρθὸν εἶναι, διότι τὸ μὴ ἀγαθὸν ἀγαθὸν οἰόμεθα. ∆έδεικται ἄλλο τὸ ἐφετὸν καὶ ἄλλο τὸ γινόμενον. Oὐκοῦν τὸ κακὸν παρὰ τὴν ὁδὸν καὶ παρὰ τὸν σκοπὸν καὶ παρὰ τὴν φύσιν καὶ παρὰ τὴν αἰτίαν καὶ παρὰ τὴν ἀρχὴν καὶ παρὰ τὸ τέλος καὶ παρὰ τὸν ὅρον καὶ παρὰ τὴν βούλησιν καὶ παρὰ τὴν ὑπόστασιν. Στέρησις ἄρα ἐστὶ τὸ κακὸν καὶ ἔλλειψις καὶ ἀσθένεια καὶ ἀσυμμετρία καὶ ἁμαρτία καὶ ἄσκοπον καὶ ἀκαλλὲς καὶ ἄζωον καὶ ἄνουν καὶ ἄλογον καὶ ἀτελὲς καὶ ἀνίδρυτον καὶ ἀναίτιον καὶ ἀόριστον καὶ ἄγονον καὶ ἀργὸν καὶ ἀδρανὲς καὶ ἄτακτον καὶ ἀνόμοιον καὶ ἄπειρον καὶ σκοτεινὸν καὶ ἀνούσιον καὶ αὐτὸ μηδαμῶς μηδαμῆ μηδὲν ὄν. Πῶς ὅλως δύναταί τι τὸ κακὸν τῇ πρὸς τὸ ἀγαθὸν μίξει; Τὸ γὰρ πάντη τοῦ ἀγαθοῦ ἄμοιρον οὔτε ἔστι τι οὔτε δύναται. Καὶ γὰρ εἰ τὸ ἀγαθὸν καὶ ὄν ἐστι καὶ βουλητὸν καὶ ἐνδύναμον καὶ δραστήριον, πῶς δυνήσεταί τι τὸ ἐναντίον τἀγαθῷ τὸ οὐσίας καὶ βουλήσεως καὶ δυνάμεως καὶ ἐνεργείας ἐστερημένον; Oὐ πάντα πᾶσι καὶ πάντη τὰ αὐτὰ κατὰ τὸ αὐτὸ κακά. ∆αίμονι κακὸν τὸ παρὰ τὸν ἀγαθοειδῆ νοῦν εἶναι, ψυχῇ τὸ παρὰ λόγον, σώματι τὸ παρὰ φύσιν. <33> Πῶς ὅλως τὰ κακὰ προνοίας οὔσης; Oὐκ ἔστι τὸ κακόν, ᾗ κακόν, οὔτε ὂν οὔτε ἐν τοῖς οὖσιν. Καὶ οὐδὲν τῶν ὄντων ἀπρονόητον, οὐδὲ γάρ ἐστι τὸ κακὸν ὂν ἀμιγὲς ὑπάρχον τοῦ ἀγαθοῦ. Καὶ εἰ μηδὲν τῶν ὄντων ἀμέτοχον τοῦ ἀγαθοῦ, κακὸν δὲ ἡ ἔλλειψις τοῦ ἀγαθοῦ, οὐδὲν δὲ τῶν ὄντων ἐστέρηται καθόλου τοῦ ἀγαθοῦ, ἐν πᾶσι τοῖς οὖσιν ἡ θεία πρόνοια, καὶ οὐδὲν τῶν ὄντων ἀπρονόητον. Ἀλλὰ καὶ τοῖς γινομένοις κακοῖς ἀγαθοπρεπῶς ἡ πρόνοια κέχρηται πρὸς τὴν αὐτῶν ἢ ἄλλων ἢ ἰδικὴν ἢ κοινὴν ὠφέλειαν καὶ οἰκείως ἑκάστου τῶν ὄντων προνοεῖ. ∆ιὸ καὶ τὸν εἰκαῖον τῶν πολλῶν οὐκ ἀποδεξόμεθα λόγον, οἳ χρῆναί φασι τὴν πρόνοιαν καὶ ἄκοντας ἡμᾶς ἐπὶ τὴν ἀρετὴν ἄγειν, τὸ γὰρ φθεῖραι φύσιν οὐκ ἔστι προνοίας. Ὅθεν ὡς πρόνοια τῆς ἑκάστου φύσεως σωστικὴ τῶν αὐτοκινήτων ὡς αὐτοκινήτων προνοεῖ καὶ τῶν ὅλων καὶ τῶν καθ' ἕκαστον οἰκείως ὅλῳ καὶ ἑκάστῳ, καθ' ὅσον ἡ τῶν προνοουμένων φύσις ἐπιδέχεται τὰς τῆς ὅλης καὶ παντοδαπῆς προνοίας ἐκδιδομένας ἀναλόγως ἑκάστῳ προνοητικὰς