πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελεσιουργίαν παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν· «Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσατέ μου, ὅτι ὑμεῖς βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.» Καὶ μὴν καὶ αὐτὸς ὁ τῶν μαθητῶν κορυφαῖος μετὰ τῆς ὁμοταγοῦς αὐτῷ καὶ ἱεραρχικῆς δεκάδος εἰς τὴν τοῦ δυοκαιδεκάτου τῶν μαθητῶν ἐληλυθὼς ἱερατικὴν τελείωσιν ἐπὶ τῇ θεαρχίᾳ τὴν ἐκλογὴν εὐλαβῶς καταλέλοιπεν «Ἀνάδειξον» φήσας «ὃν ἐξελέξω» καὶ τὸν ὑπὸ τοῦ θείου κλήρου θειωδῶς ἀναδεδειγμένον εἰς τὸν τῆς ἁγίας δυοκαιδεκάδος ἱεραρχικὸν ἀριθμὸν εἰσ εδέξατο. Περὶ δὲ τοῦ θείου κλήρου τοῦ τῷ Ματθίᾳ θειωδῶς ἐπιπεσόντος ἕτεροι μὲν ἄλλα εἰρήκασιν οὐκ εὐαγῶς ὡς οἶμαι, τὴν ἐμὴν δὲ καὶ αὐτὸς ἔννοιαν ἐρῶ. ∆οκεῖ γάρ μοι τὰ λόγια κλῆρον ὀνομάσαι θεαρχικόν τι δῶρον ὑποδηλοῦν ἐκείνῳ τῷ ἱεραρχικῷ χορῷ τὸν ὑπὸ τῆς θείας ἐκλογῆς ἀναδεδειγμένον, πλήν γε ὅτι τὸν θεῖον ἱεράρχην οὐκ αὐτοκινήτως χρὴ τὰς ἱερατικὰς ποιεῖσθαι τελεσιουργίας, ἀλλ' ὑπὸ θεῷ κινοῦντι ταύτας ἱεραρχικῶς καὶ οὐρανίως τελεσιουργεῖν. <6> Ὁ δὲ πρὸς τῷ τέλει τῆς ἱερατικῆς τελειώσεως ἀσπασμὸς ἱερὰν ἔμφασιν ἔχει. Πάντες γὰρ ὅσοι πάρεισι τῶν ἱερατικῶν ὄντες τάξεων, ἀλλὰ καὶ αὐτὸς ὁ τελέσας ἱεράρχης ἀσπάζονται τὸν τετελεσμένον. Ὅταν γὰρ ἱερατικαῖς ἕξεσι καὶ δυνάμεσι καὶ θείᾳ κλήσει καὶ ἁγιαστείᾳ πρὸς ἱερατικὴν τελεσιουργίαν ἀφίκηται νοῦς ἱερός, ἐραστός ἐστι ταῖς ὁμοταγέσι καὶ ἱερωτάταις τάξεσιν εἰς τὸ θεοειδέστατον ἀνηγμένος κάλλος ἐρῶν τῶν ὁμοειδῶν νοῶν καὶ πρὸς αὐτῶν ἱερῶς ἀντερώμενος. Ἔνθεν ὁ πρὸς ἀλλήλους ἱερατικὸς ἀσπασμὸς ἱερουργεῖται τὴν τῶν ὁμοειδῶν νοῶν ἱερὰν κοινωνίαν ὑποδηλῶν καὶ τὴν ἐπ' ἀλλήλοις ἐραστὴν εὐφροσύνην ὡς ὁλοκλήρως ἀποσώζουσιν ἱερατικῇ μορφώσει τὸ θεοειδέστατον κάλλος. <7> Ταῦτα μὲν οὖν ὡς ἔφην ἐστὶ τὰ κοινὰ τῆς ὅλης ἱερατικῆς τελειώσεως. Ὁ δὲ ἱεράρχης ἔκκριτον ἔχει τὴν τῶν λογίων ἐπὶ κεφαλῆς ἱερωτάτην ἐπίθεσιν. Ἐπειδὴ γὰρ ἡ τελειωτικὴ τῆς πάσης ἱερατείας δύναμις καὶ ἐπιστήμη τοῖς ἐνθέοις ἱεράρχαις ὑπὸ τῆς θεαρχικῆς δωρεῖται καὶ τελεταρχικῆς ἀγαθότητος, εἰκότως ἐπὶ τῶν ἱεραρχικῶν κεφαλῶν ἐπιτίθεται τὰ θεοπαράδοτα λόγια τὰ περιεκτικῶς καὶ ἐπιστημόνως ἐκφαντορικὰ πάσης θεολογίας θεουργίας θεοφανείας ἱερολογίας ἱερουργίας, ἑνὶ λόγῳ πάντων τῶν θείων καὶ ἱερῶν ἔργων τε καὶ λόγων τῶν ὑπὸ τῆς ἀγαθουργοῦ θεαρχίας τῇ καθ' ἡμᾶς ἱεραρχίᾳ δεδωρημένων, ὡς τοῦ θεοειδοῦς ἱεράρχου πάσης μὲν ἱεραρχικῆς δυνάμεως ὁλοκλήρως μεθέξοντος, πασῶν δὲ τῶν ἱεραρχικῶν ἱερολογιῶν τε καὶ ἱερουργιῶν τὴν ἀληθῆ καὶ θεοπαράδοτον ἐπιστήμην οὐκ ἐλλαμφθησομένου μόνον ἀλλὰ καὶ ἑτέροις ἀναλογίαις ἱεραρχικαῖς μεταδώσοντος καὶ τελεσιουργήσοντος ἐν θειοτάταις γνώσεσι καὶ ἀκροτάταις ἀναγωγαῖς ἱεραρχικῶς ἅπαντα τὰ τῆς ὅλης ἱεραρχίας τελεστικώτατα. Τοῖς δὲ ἱερεῦσι τοῖν δυοῖν ποδοῖν ἡ κλίσις ἔκκριτόν ἐστι παρὰ τὴν λειτουργικὴν διακόσμησιν ὡς τὸν ἕνα κλινούσης ἐκείνης καὶ τούτῳ τῷ ἱεραρχικῷ σχήματι τελειουμένης. <8> Ἡ μὲν οὖν κλίσις ἐμφαίνει τὴν ὑποκειμένην προσαγωγὴν τοῦ προσάγοντος ὑποτιθέντος θεῷ τὸ ἱερῶς προσαγόμενον. Ἐπειδὴ δὲ ὡς πολλάκις εἰρήκαμεν αἱ τρεῖς τῶν ἱεροτελεστῶν διακοσμήσεις διὰ τῶν τριῶν ἁγιωτάτων τελετῶν καὶ δυνάμεων ἐφεστᾶσι ταῖς τρισὶ τῶν τελουμένων τάξεσι καὶ τὴν ὑπὸ τὰ θεῖα ζυγὰ σωστικὴν αὐτῶν ἱερουργοῦσι προσαγωγήν, εἰκότως ἡ λειτουργικὴ τάξις ὡς μόνον καθαρτικὴ τὴν μίαν ἱερουργεῖ τῶν καθαιρομένων προσαγωγὴν ὑπὸ τὸ θεῖον αὐτὴν ὑποτιθεῖσα θυσιαστήριον ὡς ἐν αὐτῷ τῶν καθαιρομένων νοῶν ὑπερκοσμίως ἱερουμένων, οἱ δὲ ἱερεῖς ἄμφω τὼ πόδε κλίνουσι ὡς τῶν ὑπ' αὐτῶν ἱερῶς προσαγομένων οὐ μόνον κεκαθαρμένων, ἀλλὰ καὶ ταῖς φανοτάταις αὐτῶν ἱερουργίαις ἀναγωγικῶς ἀποκεκαθαρμένης ζωῆς εἰς θεωρητικὴν ἕξιν καὶ δύναμιν ἱερουργικῶς ἀποτελεσθέντων, ὁ δὲ ἱεράρχης ἄμφω τὼ πόδε κλίνων ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια τοὺς ὑπὸ τῆς λειτουργικῆς δυνάμεως ἐκκεκαθαρμένους καὶ πρὸς τῆς ἱερουργοῦ πεφωτισμένους πρὸς τὴν τῶν ἐποπτευθέντων ὑπ' αὐτῶν ἱερῶν ἀνάλογον αὐτοῖς ἐπιστήμην ἱεραρχικῶς ἄγων καὶ δι' αὐτῆς ἀποτελειῶν τοὺς προσαγομένους εἰς τὴν κατ' αὐτοὺς ὁλόκληρον ἀφιέρωσιν.