1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

21

ἔνθα λέγεται, Καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ψ. Ἐκ τῆς Αʹ τῶν βασιλειῶν. Τῆς εὐχῆς Ἄννας. ΙΗʹ. Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ. Ὁ καταβὰς ἐκ τῶν οὐρανῶν Κύριος ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς πάλιν 54 ἀναβέβηκεν εἰς οὐρανούς· καὶ ἀναβὰς ἐβρόντησεν τῇ θείῳ ἑαυτοῦ δυνάμει τὸ εὐαγγελικὸν κήρυγμα, ὡς ἐξάκουστον αὐτὸ γενέσθαι ἐν ὅλῳ τῷ κόσμῳ· αὐτὸς δὲ κρινεῖ ἄκρα γῆς καὶ τοὺς μέχρι τούτων οἰκοῦντας, ὡς πᾶσαν εἰληφὼς τὴν κρίσιν παρὰ τοῦ Πατρός· ἀλλὰ καὶ ἔδωκεν ἰσχὺν τοῖς ἑαυτοῦ μὲν μαθηταῖς ἀποστόλοις τε καὶ προφήταις, ἡμῶν δὲ βασιλεῦσι, καὶ ὕψωσε τὸ κέρας τοῦ χριστοῦ αὐτοῦ, ἤτοι τοῦ λαοῦ, μετοχῇ τοῦ χριστοῦ οὕτως ὀνομαζομένου, ἢ οὗ ἀνείληφεν ἀνθρωπίνου, οὗ κέρας ἦν ἡ θεότης ὑψωθεῖσα κατὰ τὸν ἱερὸν ἀπόστολον· καὶ ἐν ὀγδοηκοστῷ δὲ ὀγδόῳ Ψαλμῷ σαφῶς τὸ παραπλήσιον τῷ ἐνθάδε περὶ τοῦ Χριστοῦ ὁ Θεός φησιν, Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Ψ. ΙΘʹ. Καὶ ἦλθεν ἄνθρωπος Θεοῦ πρὸς Ἠλεῖ, καὶ εἶπεν, Τάδε λέγει Κύριος Κύριος· καὶ ἐν τοῖς ἑξῆς· καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας· καὶ ἔσται πᾶς ὁ περισσεύων ἐν οἴκῳ ἤξει προσκυνῶν αὐτῷ ὀβολοῦ ἀργυρίου, καὶ ἐν ἄρτῳ ἑνὶ, λέγων, Παράριψόν με ἐπὶ μίαν τῶν ἱερατείων σου φαγεῖν ἄρτον. Οὐδεὶς ἄλλος ἢ μόνος ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, ὃν ἔχομεν ἀρχιερέα μέγαν, κατὰ τὸν ἀπόστολον, διεληλυθότα τοὺς οὐρανοὺς, πάντα τὰ ἐν τῇ καρδίᾳ τοῦ Πατρὸς πεποίηκεν ὑπήκοος αὐτῷ γενέσθαι 55 μέχρι καὶ θανάτου· ὅθεν καὶ ἀναστήσας αὐτὸν ὁ Πατὴρ, οἰκοδόμησεν αὐτῷ οἶκον πιστὸν, τὴν ἐκ λογικῶν καὶ ζώντων καὶ πιστῶν ὡς ἀληθῶς λιθῶν συνεστῶσαν ἐκκλησίαν· τούτῳ δὲ καὶ ἔρχονται προσκυνεῖν οἱ πιστεύσαντες εἰς αὐτὸν, ὀβολοῦ ἀργυρίου μὴ ἀποστρεφομένου όμενοι, μήτε σωματικῶς τὴν τὸν κοδράντην εἰς τὴν τῶν δεομένων ἐπικουρίαν συνεισφέρουσαν χήραν, μήτε μὴν κατὰ διάνοιαν τὴν ἐπὶ μόνην ῃ τῇ πίστει ἐρηρεισμένην ψυχὴν, ἢ τὴν κατὰ δύναμιν τῶν νοητῶν αὐτῆς ὑπαρχόντων συνεισφέρουσαν τὰ εἰς τὴν τῶν λοιπῶν οἰκοδομήν τε καὶ ὠφέλειαν συμβαλλόμενα· τὰ γ' οὖν μωρὰ τοῦ κόσμου ἐξελέξατο καὶ τὰ ἀσθενῆ καὶ πτωχὰ, καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα μὴ ὑπερφρονῶν, μὴ δὲ τὰς τοιάσδε ψυχάς· ἀλλ' οἷα φιλάνθρωπος Θεοῦ Λόγος καὶ ταύτας ἀποδεχόμενος τῆς προθυμίας, ἃς καὶ κρίσει θείᾳ κατὰ τὴν ἀξίαν ἐν διαφόροις μοναῖς τῶν ἱερατείων αὐτοῦ κατατάσσει, τοῦ παρ' ἑαυτοῦ ἄρτου τῆς ἀϊδίου ζωῆς καταξιῶν αὐτάς. Τὸ δὲ καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας, περὶ τῶν ἁγίων τῶν ἐν τῇ ἐκκλησίᾳ εἴρηται, Χριστῶν καὶ αὐτῶν προσαγορευομένων, κατὰ τὸ, μὴ ἅψησθε τῶν χριστῶν μοῦ· τούτοις γὰρ πρὸς τοῦ Σωτῆρος ἐλέγετο καὶ ἐν τῷ εὐαγγελίῳ, Ἰδοὺ, ἐγὼ μεθ' ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Πλείονος δὲ σαφηνείας δεομένων τῶν τόπων, τούτοις ὡς οἷόν τε ἦν διὰ βραχέων εἰρημένοις ἀρκεσθησόμεθα. 56 Ψ. Βασιλειῶν Βʹ. ὁ Κύριος διὰ Νάθαν τῶι ∆αυὶδ μετὰ πολλὰ καὶ ταῦτα φησίν. Κʹ. Καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων· Τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ' αὐτῶν, καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος