οἷον, πείθω, πείσω, πέποιθα· λείβω, λείψω, λέλοιφα· εἰ οὖν τὸ μίγω, μίξω, διὰ τῆς ει διφθόγγου ἐγράφετο, μέμοιχα εἶχεν εἶναι ὁ παρα κείμενος· ἀλλὰ μὴν μέμιγά ἐστιν· καὶ δῆλον ὅτι μίγω καὶ μίξω διὰ τοῦ ι, καὶ ἐμίχθη ὁμοίως. 9Ἐρεείνω9: ∆ιὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς, μὴ συντεθειμένα ἀπὸ ἁπλοῦ γραφομένου διὰ τοῦ ι, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, φαείνω· ἀλε είνω· ἐρεείνω· πλὴν τοῦ ὀρίνω· ὀδίνω· ὑπὲρ δύο συλλαβὰς δὲ, διὰ τὸ κρίνω· κλίνω· ἀπὸ ἁπλῶν δὲ διὰ τοῦ ι γραφομένων, διὰ τὸ κρίνω καὶ συγκρίνω. 9Ἐπαυτοφόρωι9: Τὰ δύο μικρά· τὸ ρω μέγα· ἡ παράδοσις. 9Εἴλη9: Σημαίνει δὲ τὴν θερμασίαν, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔλη γεγόνεν κατὰ πλεονασμὸν τοῦ ι. 9Εἰλῶ9: ∆ιὰ τῆς ει διφθόγγου· ἀνέφανεν γὰρ τὸ ε ἐν τῷ ἐλίσσω καὶ ἐλλεδανός· σημαίνει δὲ τὸν δεσμόν. 9Εἶ9: ∆ίφθογγος· αἶ γὰρ λέγουσιν οἱ ∆ωριεῖς· ἔθος δὲ ἔχουσι τὸ ε εἰς α τρέπειν· οἷον, τρέχω, τράχω· Ἄρτεμις, Ἄρταμις· οὕτως οὖν καὶ εἶ, αἶ. 9Ἐπεί9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ει γέγονεν καὶ τῆς ἐπὶ προθέσεως· ἰστέον ὅτι τὸ ἐπεὶ ἡνίκα χρονικὸν ἐπίῤῥημά ἐστιν· οἷον, πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον, ἀντὶ τοῦ ἀφ' οὗ· καὶ πάλιν, αὐτὰρ ἐπεὶ κόσμηθεν, 213 ἀντὶ τοῦ ὅταν· ἡνίκα δὲ αἰτιολογικὸν παραλαμβάνεται, σύν δεσμός ἐστιν· οἷον, "ἐπεὶ ἡμέρα ἐστὶν, φῶς ἐστίν." 9Εἶθε9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ἔθε γέγονεν εἶθε· καὶ πάλιν ὅταν οἱ ∆ωριεῖς αἶθε λέγουσιν, καὶ ἔθος ἔχου σιν, ὡς εἴρηται, τὸ ε εἰς τὸ α τρέπειν· οὕτως εἶθε, αἶθε. 9Εἶτα9: ∆ιὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ δὴ γίνε ται δῆτα, οὕτως καὶ ἀπὸ τοῦ εἰ γίνεται εἶτα. 9Ἔπειτα9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἶτα καὶ τὴν ἐπὶ πρόθεσιν γίνεται ἔπειτα. 9Εἰκόσ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴκω, τὸ ση μαῖνον τὸ ὁμοιῶ, γέγονεν. 9Ἐξωκήθη9: Ἀντὶ τοῦ ὠκήθη, τὸ ω μέγα· παροχήμενον γάρ. 9Εἶα9: Ἔστιν δὲ παρακελευσματικὸν ἐπίῤῥημα, καὶ γράφε ται διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ ῥέα γίνεται ῥεῖα, διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι· οὕτως καὶ ἀπὸ τοῦ ἔω, τοῦ σημαίνοντος τὸ ἐκπέμπω, γίνεται ἔα, καὶ εἶα, κατὰ πλεονασμὸν τοῦ ι. 9Ἐννέα9: ∆ύο νν· παρὰ γὰρ τὸ ἓν καὶ τὸ νέα γέγονεν ἐννέα. 9Ἑκκαίδεκα9: Ὁ ἀριθμὸς ὁ σύνθετος κ καὶ οὐ ξ· ἐτράπη γὰρ ἡ πρόθεσις διὰ τὸ ἐπαγόμενον σύμφωνον. 9Ἑβδομήκοντα9: Τὸ μὴ η· καὶ ἑξήκοντα ὁμοίως· τὰ γὰρ διὰ τοῦ κοντα ἀριθμητικὰ θέλουσι πρὸ τοῦ κ ἔχειν φωνῆεν· ἀπὸ οὖν τοῦ ἓξ γέγονεν ἑξάκις, καὶ ἐκ τοῦ ἑξάκις ἑξήκοντα· τροπῇ ∆ωρικῇ τοῦ α εἰς η· ἑβδομήκοντα διὰ τοῦ η· καὶ ὀγδοήκοντα, ἐκ τοῦ ἕβδομος καὶ ὄγδοος ὤφειλεν εἶναι ἑβδομόκοντα καὶ ὀγδό οκοντα διὰ τοῦ ο· ἀλλ' ἐπειδὴ τὰ διὰ τοῦ κοντα ἀριθμητικὰ οὐ θέλουσι προπαραλήγεσθαι, οὔτε τὸ ο, οὔτε τὸ ε, ἐξ ἀνάγκης ἐτρέψαμεν τὸ ο εἰς τὸ η, καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδο ήκοντα· καὶ ἐνενήκοντα ὁμοίως γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεά κοντα, καὶ κατὰ ὑπερβιβασμὸν ἐνενάκοντα· καὶ ἐπειδὴ καὶ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τὸ η παραλήγονται· οἷον, ἑξήκοντα, 214 καὶ ἑβδομήκοντα, καὶ ὀγδοήκοντα· τούτου χάριν, ἐκείνων τρεψάν των τὸ α εἰς η, ἔτρεψεν καὶ τοῦτο, καὶ γέγονεν ἐνενήκοντα. 9Ἐρυσίβη9: ∆ιὰ τοῦ ι γράφεται· ἐρυσίβη δὲ λέγεται ἡ πάχνη, ἡ γενομένη ἐν τῇ δυσαερίᾳ, καὶ φθείρουσα τοὺς καρπούς. 9Ἔγγειοσ9: ∆ιὰ τῆς ει διφθόγγου· τὰ γὰρ παρὰ τὸ γέα ὄντα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀνώγειος· βαθύ γειος· εὔγειος· μεσόγειος· κατώγειος· ὑπέργειος· οὕτως καὶ ἔγγειος διὰ τῆς ει διφθόγγου. 9Ἐρωιδιόσ9: Τὸ ρω μέγα σὺν τῷ ι· καὶ τὸ δι ι· ἡ παράδο σις· αἱ δὲ ἐτυμολογίαι διφοροῦνται. 9Εῶιοσ9: ∆ιὰ τοῦ ω, κτητικὸν γάρ. 9Ἐσθίω9: Τὸ τρώγω ψιλὸν τὸ ε· παρὰ τὸ ἔδω, τὸ σημαῖνον τὸ αὐτὸ, ἐξ οὗ καὶ τὸ ἐδωδή. 9Ἐσθήσ9: Τὸ ἱμάτιον, καὶ Ἔσθημα τὸ αὐτὸ διὰ τοῦ ε· παρὰ γὰρ τὸ ἔω, τὸ σημαῖνον τὸ ἐνδύομαι. 9Αἴσθησισ9 καὶ 9Αἰσθητήριον9: Αἰσθητὸς καὶ Αἰσθάνομαι, καὶ ὅσα ὅμοια, διὰ τῆς αι διφθόγγου· παρὰ τὸ αἴω, τὸ σημαῖνον τὸ πνέω, πρὸς ἀντιδιαστολὴν τοῦ ἐνδύομαι. 9Ἑστία9 καὶ 9Ἑστιάτωρ9: ∆ιὰ τοῦ ε ψιλοῦ. 9Ἤτις Ἀρετὴ9 καὶ 9Εἴτις Ἔπαινοσ9: Τὸ μὲν πρῶτον ἄρθρον· τὸ δὲ δεύτερον ἀντὶ τοῦ ἐάν. 9Εἰδῶν· Εἰδοῖς· Ἐπαΐειν·