ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
αὐτὰς δὲ ἡμέρας καὶ ἄρχοντες ἀπὸ τῆς πόλεως εἰς τὸν Μο ρέαν ἐστάλησαν Ἀλέξιος Φιλανθρωπινὸς ὁ Λάσκαρις, ὃς ἐστάλη εἰς τὴν πόλιν παρὰ τοῦ αὐθεντὸς ἡμῶν μετὰ τοῦ δεσπότου κυροῦ Θωμᾶ ὑπὲρ τῶν δουλειῶν αὐτοῦ δὴ τοῦ δεσπότου εἰς τὸν βασιλέα καὶ αὐτὸς ἐπιμελη θῆναι, καὶ Μανουὴλ Παλαιολόγος ὁ Ἴαγρος καὶ βασιλέα πεποιήκασιν εἰς τὸν Μυζηθρᾶν τῇ -ῃ Ἰαννουαρίου τὸν δεσπότην κὺρ Κωνσταντῖνον. 29.5 Καὶ τῇ ιβ-ᾳ τοῦ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἦλθε καὶ εἰς τὴν Πόλιν μετὰ καραβίου καταλανικοῦ καὶ παρὰ πάντων ἀσπασίως ἐ δέχθη. 29.6 Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Αὐγούστῳ ἐξῆλθεν ἀπὸ τῆς Πόλεως ὁ δεσπότης, ὁ πορφυρογέννητος τιμηθεὶς κὺρ Θωμᾶς καὶ ἀπῆλθεν εἰς τὸν Μορέαν. 29.7 Καὶ τῇ α-ῃ Σεπτεβρίου τοῦ νη-ου ἔτους ἐξῆλθε καὶ ὁ δεσπότης καὶ πορφυρογέννητος κὺρ ∆ημήτριος καὶ ἀπῆλθε κἀκεῖνος εἰς τὸν Μο ρέαν, εἰς τὴν Πόλιν συμβιβασθέντων ἔμπροσθεν τῆς κυρίας καὶ ἁγίας μητρὸς αὐτῶν καὶ τοῦ βασιλέως καὶ ἀδελφοῦ καὶ ἡμῶν τῶν ἐκκρίτων ἀρχόντων καὶ ὅρκους πεποιηκότων, οὓς καὶ κακῶς ἔστερξαν καὶ κακῶς ἀπέλαβον, ὡς εἶδον ὕστερον κἀγώ, εἰ καί, πῶς πρὸς ἀλλήλους διετέθη σαν, οὔτε τῶν ἀναγκαίων διηγεῖσθαι, οὔτε ἐν τῇ πόλει εὑρισκόμην, ἵνα καλῶς αὐτὰ ἐπίσταμαι.
30.1 Τῇ γὰρ ιδ-ῃ τοῦ Ὀκτωβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐστά λην ἐγὼ εἴς τε τὸν τῆς Ἰβηρίας μέπεν, ἤγουν βασιλέα Γεώργιον, καὶ τὸν βασιλέα Τραπεζοῦντος κὺρ Ἰωάννην τὸν Κομνηνὸν μετὰ χαρίτων ἀξιο λόγων καὶ παρασκευῆς ὅτι πολλῆς καὶ καλῆς, μετὰ ἀρχοντοπούλων καὶ στρατιωτῶν καὶ ἱερομονάχων καὶ ψαλτῶν καὶ ἰατρῶν καὶ τεχνιτῶν κρα τούντων καὶ ὄργανον· οἳ καὶ ἤκουον ὄνομα μὲν αὐτό, τὶ δέ ἐστιν, οὐκ εἶδον καὶ ἐπιθυμοῦσαν ἰδεῖν καὶ ἀκοῦσαι οἱ Ἴβηρες. καὶ διὰ τοῦτο καὶ συνέτρεχον ἐκ τῶν περάτων αὐτῆς δὴ τῆς Ἰβηρίας, ἵνα ἀκούσωσιν αὐτοῦ. 30.2 Ἀπῆλθον δὲ διὰ συμπεθέριον, ὅπου ἄρα με φανῇ ἐκ τῶν δύο γενῶν. Ἐδέησεν οὖν, ἵνα διὰ τὸ ἀναίτιόν μου πλέον δηλώσω τῷ αὐθέν τῃ μου τῷ βασιλεῖ τὰ καλὰ ἀμφοτέρων τῶν μερῶν καὶ τὰ ἐναντία· καὶ πάλιν, ὡσὰν ὁρίσει. Καὶ ἔστειλα γραφὰς μετὰ ἀνθρώπων, καὶ πάλιν ἄλ λους ὁ αὐθέντης μου ἀπολογησάμενος· καὶ ἐρχόμενοι περὶ τὴν Ἀμισὸν ἐναυάγησαν. Καὶ ἕως οὗ νὰ μάθῃ τοῦτο ὁ αὐθέντης μου ὁ βασιλεὺς νὰ στείλῃ ἄλλους, διεβίβασα εἰς τὰ μέρη ἐκεῖνα χρόνους βʹ παρὰ ἡμέρας λʹ. 30.3 Εὑρισκομένου μου οὖν ἐκεῖσε τῇ κγ-ῃ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους τέθνηκεν ἡ ἐν μακαρίᾳ τῇ λήξει γενομένη ἀοίδιμος καὶ ἁγία δέ σποινα, ἡ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθεῖσα Ὑπο μονὴ μοναχή· καὶ ἐτάφη εἰς τὴν μονὴν τοῦ Παντοκράτορος πλησίον τοῦ μακαρίτου καὶ ἀοιδίμου βασιλέως καὶ ἀνδρὸς αὐτῆς. 30.4 Καὶ τὸν Φευρουάριον τοῦ νθ-ου ἔτους ἀπέθανεν ὁ ἀμηρᾶς ὁ Μου ράτης. Καὶ τοῦτο οὐκ ἀκούσαντός μου εἰς τὴν Ἰβηρίαν, ὡς ἦλθον εἰς τὴν Τραπεζοῦντα λέγει μοι ὁ βασιλεύς Ἄρχον ἀποκρισιάρη, νά σε εἴπωμεν καλὰ μαντάτα, μόνον νὰ μᾶς δώσῃς τὰ συγχαρίκια. Καὶ ἀνα στὰς προσεκύνησα εἰπών· Νὰ ποιήσῃ ὁ θεὸς πολυχρόνιον τὴν βασι λείαν σου, ὁποῦ πᾶσι τρόποις εὐεργετεῖς ἡμῖν καὶ θέλεις εὐεργετήσειν καὶ νῦν τὰ καλὰ μαντάτα. Ἀμὴ ἡμεῖς τὶ ἄξιον ἔχομεν νὰ ἀποδώσωμεν τῇ βασιλείᾳ σου; Καὶ λέγει μοι τὸν θάνατον τοῦ ἀμηρᾶ καὶ ὅτι ἐγένετο καὶ ὁ υἱὸς αὐτοῦ αὐθέντης καὶ δέδωκε πολλὰ τὸν βασιλέα καὶ ἔστερξεν, ἵνα ἔχῃ καὶ τὴν ἀγάπην, ἣν μετὰ τοῦ πατρός του εἶχε τὸ ὁσπίτιον ἐκεῖνο. 30.5 Καὶ ἀκούσας τοῦτο ἐγενόμην ἄφωνος καὶ οὕτως ὀδυνηθείς, ὥσπερ νὰ μὲ ἔλεγεν θάνατον τῶν ἐμῶν φιλτάτων· καὶ μέχρι τινὸς καταφιάσας λέγω· ∆έσποτά μου, τοῦτο οὐ χαριὲν μαντάτον, ἀλλὰ καὶ ὀδυνὸν λίαν. Καὶ λέγει· Πῶς καλέ; Καὶ εἶπον· ∆ιότι ἐκεῖνος ἦν γέρων καὶ τὸ κατὰ τῆς Πόλεως ἀπεπειράσθη αὐτῷ καὶ πλέον οὐδὲν ἤθελεν ἐπιχειρισθεῖν τοιοῦτόν τι, ἀλλ' ἤθελε μόνον τὴν ἀγάπην καὶ εἰρήνην· ἀμὴ οὗτος, ὁποῦ ἐγένετο νῦν αὐθέντης, ἔνι νέος καὶ παιδιόθεν ἐχθρὸς τῶν Χριστιανῶν, νὰ ὑβρίζῃ καὶ νὰ ἐπαπειλῆται, ὅτι θέλει ποιήσειν τὰ καὶ τὰ κατὰ τῶν Χριστιανῶν. 30.6 Καὶ ἡ Πόλις, ἤπερ ἄλλοτε ἔνι ἀπὸ τὴν ἀσθένειαν τοῦ αὐθεντός μου τοῦ βασιλέως,