1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

21

καὶ τὰς γεννήσεις αὐτῶν ἦλθον ἐν γῇ Σεναάρ, ἥτις ἐστὶ Βαβυλών, ὃ ἑρμηνεύεται σύγχυσις, διὰ τὸ συγκεχύσθαι ἐκεῖ τὰς γλώσσας τῶν τὸν πύργον οἰκοδομούντων, ἀκουστέον τρανῶς τῆς γραφῆς λεγούσης «καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σεναάρ, καὶ κατῴκησαν ἐκεῖ. καὶ εἶπεν ὁ ἄνθρωπος τῷ πλησίον· δεῦτε, πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί.» καὶ μετ' ὀλίγον «καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον τῆς γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις.» σύγχυσις δὲ Βαβυλὼν ἑρμη νεύεται Ἑβραϊστί. προείρηκε δὲ πρὸ μικροῦ προλαβοῦσα ὅτι «Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν γίγας κυνηγὸς ἔναντι κυρίου. καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ 38 Βαβυλών, Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάνη ἐν γῇ Σεναάρ.» τούτων τί σαφέστερον ἀκούειν ἐθέλοιμεν περὶ Βαβυλῶνος, ὅτι πρὸ τοῦ κατακλυσμοῦ οὐδέπω ὤφθη οὐδὲ μετὰ τὸν κατακλυσμὸν ἕως τοῦ κινῆσαι τοὺς ἀνθρώ πους πληθυνθέντας ἐξ ἀνατολῶν καὶ κατοικῆσαι αὐτοὺς ἐν γῇ Σεναάρ, καὶ οἰκοδομῆσαι τὴν πόλιν καὶ τὸν πύργον, προηγουμένου αὐτῶν τοῦ θεομά χου Νεβρὼδ καὶ βασιλεύοντος, κατὰ μίμησίν τε τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων πάντα τυραννικῶς πράττοντος καὶ πείθοντος τοὺς ὑπηκόους πρῶ τον ἀπειθεῖν τῷ θεῷ καὶ πύργον οἰκοδομεῖν οὐρανομήκη κατέναντι αὐτοῦ. διό φησι τὰ λόγια· «οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς», τοῦτ' ἔστι μετὰ τὴν τῶν προτέρων γιγάντων ἀπώλειαν οὗτος ἤρξατο εἶναι γίγας πρῶτος τῇ κακίᾳ μετ' ἐκείνους ἐπὶ τῆς γῆς. οὗτος ἦν γίγας κυνηγὸς ἔναντι κυρίου, ἀντίθεος τὸ δὴ λεγόμενον. τῆς δὲ Βαβυλῶνος, ὡς ἀποδέδεικται ταῖς θεο λέκτοις φωναῖς, μὴ οὔσης πρὸ τοῦ κατακλυσμοῦ οὐδ' ἡ Χαλδαίων βασι λεία ἔσται τὸ πρότερον ἕως τῆς βασιλείας Νεβρὼδ καὶ τῆς πυργοποιίας, τούτοις δὲ συναποδείκνυται καὶ ἡ παρὰ Μανεθῶ περὶ τῶν πρὸ τοῦ κατα κλυσμοῦ καὶ δυναστειῶν τῶν Αἰγυπτίων συγγραφὴ ψευδής, πρῶτον μὲν ἐξ ὧν ἑκάτερος αὐτῶν ἑαυτὸν συνιστῶν, ἤγουν οἱ τῶν Χαλδαϊκῶν καὶ οἱ τῶν Αἰγυπτιακῶν συγγραφεῖς, θάτερος οὐ μέμνηται οὐδὲ συνιστᾷ ὁ τῶν Αἰγυπτιακῶν τὰ τῶν Χαλδαϊκῶν, περὶ αὐτούς, ὥς φασι, ψευδόμενοι γε γονότα, οὐδ' ὁ τῶν Χαλδαϊκῶν τὰ τῶν Αἰγυπτιακῶν, ἀλλ' ἕκαστος τὸ ἴδιον ἔθνος καὶ τὴν πατρίδα δοξάζων ἀράχνας ὑφαίνει· ἔπειτα καὶ ἐκ τοῦ πρώτου τὴν Αἴγυπτον ὑπὸ τοῦ Μεστρὲμ τοῦ δευτέρου υἱοῦ Χάμ, κατὰ τὴν γραφήν, θείου δὲ τοῦ Νεβρὼδ υἱοῦ Χοῦς υἱοῦ Χὰμ τοῦ πρώτου, κατοι κισθῆναι καὶ βασιλευθῆναι, ἀφ' οὗ καὶ ἕως τοῦδε τοῦ χρόνου παρ' Ἑβ ραίοις καὶ Σύροις καὶ Ἄραψι οὕτω καλεῖται ἡ χώρα Μεστραία, καὶ τοῦτο πᾶσίν ἐστιν ἱστορικοῖς πρόδηλον, εἰ καὶ οὐκ οἶδ' ὅπως ὥσπερ τὰ τῆς Χαλδαϊκῆς, οὕτω καὶ τὰ τῆς Αἰγυπτιακῆς δυναστείας ψευδηγορήματα στοιχειῶσαι ἠξίωσαν πάντα ψεύδη πεφυκότα, ὡς ἡ ἀλήθεια μόνη ἀπέδει ξεν, ἧς οὐδὲν ἰσχυρότερον. τούτων οὖν οὐ περιττῶς οἶμαι διασαφισθέντων ἀκόλουθόν ἐστιν Ἀβυδηνοῦ τε καὶ Ἀπολλοδώρου μικρὰ κεφάλαια περὶ τῶν αὐτῶν παραθέντας, ἔτι δὲ καὶ Μανεθῶ πρὸς τελείαν ἀπόδειξιν τῆς ἐκείνων ἀνατροπῆς, καὶ ἵνα μή τις ἐκεῖνα ζητῶν ἀναγνῶναι τὰ συγγράμματα περὶ πολλὰς ἀσχολοῖτο βίβλους, πέρας ἐπιθεῖναι τῷ περὶ αὐτῶν λόγῳ, καὶ οὕτω τῆς λοιπῆς κατὰ δύναμιν ἱστορίας ἐπιλαβέσθαι. λέγει γὰρ ὁ Ἀβυδη νὸς συνᾴδων μέν, οὐκ ἐν πᾶσι δέ, τῷ Ἀλεξάνδρῳ· 39 Ἐκ τῶν Ἀβυδηνοῦ Περὶ τῆς τῶν Χαλδαίων βασιλείασ Χαλδαίων μὲν τῆς σοφίης πέρι τοσαῦτα. βασιλεῦσαι δὲ τῆς χώρας πρῶ τον λέγουσιν Ἄλωρον, τὸν δὲ ὑπὲρ ἑωυτοῦ λόγον διαδοῦναι ὅτι μιν τοῦ λεῶ ποιμένα ὁ θεὸς ἀποδείξαι. βασιλεῦσαι δὲ σάρους ιʹ. σάρος δέ ἐστιν χʹ καὶ γʹ ἔτεα, νῆρος δὲ χʹ, σῶσσος δὲ ξʹ. μετὰ δὲ τοῦτον Ἀλάπαρον ἄρξαι σάρους γʹ, μεθ' ὃν Ἀμίλλαρος ἐκ πόλεως Παυτιβίβλων ἐβασίλευσε σάρους ιγʹ. ἐφ' οὗ δεύτερον Ἀννήδωτον τὴν θάλασσαν ἀναδῦναι παραπλήσιον Ὠάννῃ τὴν ἰδέαν ἡμιδαίμονα.