21
μετάκλησιν, ὡς εἰκὸς, ὑπολογισάμενοι, οὐδὲ γὰρ οὐδ' αὐτοὶ τῶν μελετωμένων κατὰ τοῦ νέου βασιλέως ἀνήκοοι ἦσαν, ἥκουσι πρὸς βασιλέα τὸν νέον καὶ τὸ συμβὰν ἀπαγγείλαντες, ἃ δέοντα ἂν νομίζοι περὶ ἑαυτοῦ ἐδέοντο δρᾷν. ὁ βασιλεὺς δὲ τούτους μὲν ἀπέπεμψεν ἐπαινέσας, μετὰ δὲ τῶν φίλων διασκεψάμενος, ἐδόκει δεῖν, ἐπεὶ καὶ μετ' οὐ πολὺ τῆς ἑορτῆς χάριν καιρὸς ἀφικέσθαι πρὸς τὰ βασίλεια, ἄλλως γὰρ εἶχεν ἂν ὑποψίαν ἡ ἄφιξις, ἐλθεῖν καὶ πρὸ τοῦ καιροῦ. «κἂν μὲν περί τινων ἄλλων ἡ διάσκεψις ᾖ, τῆς ἑορτῆς χάριν δόξομεν ἀφικέσθαι· ἂν δὲ περὶ ἡμῶν, παυθήσεσθαι τὴν βουλὴν, ἡμῶν παρόντων.» ὃ δὴ καὶ συμβέβηκε. τοῦ πρεσβυτέρου γὰρ βασιλέως πρὸς τὸν μέγαν λογοθέτην περὶ ὧν ἐδεῖτο διαλεγομένου καὶ τοῦτο μόνον εἰπόντος, περὶ μὲν τοῦ τίνα χρὴ τρόπον γενέσθαι βουλὴν ζητεῖν, περὶ δὲ τοῦ γενέσθαι ἢ μὴ, οὐ ζητεῖν, ὡς ὕστερον ἐκ τῶν ἐκεῖ παρόντων πρὸς ὑπηρεσίαν τῷ βασιλεῖ μαθεῖν ἀκριβῶς ἐξεγένετο, καὶ ὁ νέος παρῆν βασιλεὺς, καὶ ἡ βουλὴ διελέλυτο· εἴτε περὶ τῶν προκειμένων ἤ τινων ἄλλων ἦν, οὐδαμῶς φανεροῦ γεγενημένου. τούτου δὴ τότε καὶ ὁ βασιλεὺς εἰς μνήμην ἐλθὼν, ἔλεγε πρὸς 1.64 τοὺς ἑταίρους, ὡς ἴσως ὥσπερ τότε τὰ τῆς βουλῆς, οὕτω δὴ καὶ νῦν τὰ τῆς δίκης ὁ βασιλεὺς ὑπερθήσεται. τὸ δ' οὐκ εἶχεν οὕτως· ἀλλ' ἀναμφιβόλως ἡτοίμαστο τὰ τῆς δίκης. ἔτι γὰρ δομεστίκῳ τῷ μεγάλῳ διαλεγομένου βασιλέως καὶ τὸν ἀριθμὸν ζητοῦντος μαθεῖν τῶν συνηγμένων ἀνδρῶν, καὶ τούτου πρὸς αὐτὸν ἀποκριναμένου, ὡς «νῦν μέν εἰσιν ἑκατὸν, μικρᾶς δὲ παρελθούσης ὥρας συνελεύσονται καὶ μέχρι τριακοσίων, πάντες ἀνδρεῖοι καὶ μάχεσθαι ἠσκημένοι· εἰ δεήσει δὲ ἀπέρχεσθαι, καὶ ἄλλοι πλείονες συνδραμοῦνται καὶ οὓς οὐκ ἴσμεν·» περὶ τούτων δὴ διαλεγομένων καὶ θεοῦ δεομένων τὴν τῆς δίκης ὥραν παραταθῆναι, ὥστε συναθροισθῆναι τοὺς ἐλπιζομένους ὑπὲρ αὐτῶν μαχεῖσθαι, ἧκεν ἐκ βασιλέως τοῦ πρεσβυτέρου πρὸς τὸν νέον ἀπεσταλμένος ὁ Καλλικρηνίτης Μιχαὴλ ἐκτομίας· καὶ πρὶν φθέγξασθαι τοῖς δάκρυσι καὶ τοῖς στεναγμοῖς κακῶν ἄγγελος ἥκειν σημαίνων, πρότερον δ' ἑαυτῷ τὴν γῆν χανεῖν μᾶλλον καὶ τῆς ἡδίστης ἀπεστερῆσθαι ζωῆς ἀνεκτότερον εἶναι, ἢ τοιούτων κακῶν ἄγγελος ἥκειν εἰπών· «ὁ κύριος» ἔφη «καὶ βασιλεὺς ὁ σὸς πάππος, ὦ βασιλεῦ, ἐπὶ δίκην καλεῖ.» τοῦ βασιλέως δ' ἐπὶ τούτοις εἰπόντος, ὡς «τῆς μὲν εἰς ἐμέ σου εὐνοίας ἀξιόχρεως τὰ δάκρυα μάρτυς· ἀνθ' ὅτου δ' οὕτω θρηνεῖς, ἐν ἀδήλῳ κειμένης τῆς δίκης; ἐνδέχεται γάρ με καὶ τὴν νικῶσαν ἐνεγκάμενον ἀπελθεῖν·» ὁ Καλλικρηνίτης «αὐτὰ τὰ πράγματα θρηνεῖν πείθουσιν» εἶπεν «ὦ βασιλεῦ· τοῦ γὰρ βασιλέως καὶ πάππου τοῦ σοῦ ἐπὶ θρόνου καθεσθέντος, ὡς ἔθος, καὶ τοῦ πα 1.65 τριάρχου παρ' αὐτῷ ἐπὶ δίφρου, τῶν δ' ἀκροασομένων τὴν δίκην ἐξ ἑκατέρων μερῶν, σοὶ μόνῳ, τοῦ βασιλέως προστεταχότος, σκίμπους ἐτέθη κατὰ πρόσωπον βασιλέως, καὶ οὗτος ἀπωτέρω. ὅπερ ἰδὼν ηὐξάμην, ὅπερ εἶπον, σήμερον τὴν γῆν χανεῖν μοι, καταδίκης τόπον τὴν καθέδραν λογισαμένῳ. ἀλλ' ὁ ∆ανιὴλ τὸν αὑτοῦ προφήτην ἐκ τοῦ λάκκου τῶν λεόντων ἀβλαβῆ διασώσας, καὶ τῆς Βαβυλωνίας καμίνου τοὺς τρεῖς παῖδας κρείττονας ἀποδείξας θεὸς, καὶ Σωσάνναν τῶν ἀδίκων κριτῶν τὴν συκοφαντίαν ἐλέγξας, αὑτὸς τῆς ἐφεστώσης ἀνάγκης κρείττονα καὶ σὲ νῦν ἀποδείξαι, καὶ ἀποστείλαι τὸν ἄγγελον αὑτοῦ προπορεύεσθαί σου, καὶ σοφίαν παράσχοι καὶ σύνεσιν, ὥστε τὰ προβαλλόμενα λύειν εὐκόλως ὡς ἀράχνης ἱστούς.» Οὕτως εὐξαμένου τοῦ ἐκτομίου, ὁ βασιλεὺς «τὸ τοῦ Χριστοῦ θέλημα γενέσθω» εἰπὼν, καὶ τῷ πάππῳ μηνύσας, ὡς ἕτοιμός ἐστι τὸ προσταττόμενον ἐκπληροῦν, πρὸς τοὺς φίλους ἐπιστραφεὶς, «νῦν καιρὸς» ἔφη «ἀνδρίαν ἅμα καὶ σπουδὴν καὶ σύνεσιν καὶ καρτερίαν ἐν τοῖς δεινοῖς ἐπιδείξασθαι ἡμᾶς. καίτοι γε πολλοὶ πολλάκις καὶ τὸν ἀριθμὸν ἐλάσσους, καὶ τἄλλα ἡμῶν ἡττώμενοι, ὁμόνοιαν κτησάμενοι, θαυμάσιά τε καὶ ἀκοὴν ἐκπλήττοντα κατώρθωσάν τινα· ἡμᾶς δὲ τοσούτους ὄντας καὶ τοιούτους πολὺ δήπου δικαιότερον ἀξίους ἑαυτῶν κἀπὶ τῶν ἔργων φανῆναι, ἐγκωμίων ἄξια δράσαντάς τινα καὶ γενναῖα, ὡς ἢ καλῶς ζῆν ἢ ἀποθανεῖν εὐκλεῶς· καὶ ταύτην