21
γνώμην αὐτοῦ τὸ εργον γενόμενον, παρουσιάσας ἐν τῇ σκηνῇ. ουτω δὲ τὴν παρουσίαν ἐδήλωσεν. ἀχλὺς ὑπὲρ τὴν σκηνὴν μόνην ἐγένετο, ουτε βαθεῖα καὶ συμπεπιλημένη καὶ νέφεσιν ἐμφερής, ουτε πάνυ λεπτή τε καὶ ἀραιά, ὡς δι' αὐτῆς διικνεῖσθαι τὴν ορασιν· ἡδεῖα δὲ ἀπ' αὐτῆς ερρει δρόσος. Μωυσῆς δὲ εθυσεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ ἐφ' ἡμέρας ἑπτά, τῇ δὲ ὀγδόῃ ἑορτὴν ἐκήρυξε τῷ λαῷ καὶ θύειν ἐπέταξεν. οἱ δὲ ἀλλήλοις ἡμιλλῶντο. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ πῦρ ἀνήφθη αὐτόματον καὶ πάντα τὰ ἐπὶ τοῦ βωμοῦ ἐδαπάνησεν. οἱ δὲ πρεσβύτεροι τῶν τεσσάρων υἱῶν ̓Ααρών, Ναδὰβ καὶ ̓Αβιού, παρὰ τὰ διατεταγμένα θύσαντες κατεκαύθησαν τὰ στέρνα τε καὶ τὰ πρόσωπα, πυρὸς ἐξαφθέντος αὐτομάτου καὶ φλέξαντος αὐτούς· ων τὰ σώματα εξω τῆς παρεμβολῆς κομισθέντα ἐτάφησαν. τὴν δὲ φυλὴν τοῦ Λευὶ τῶν αλλων διακρίνας ηγνισε, καὶ παρέδωκεν αὐτοῖς τὴν σκηνὴν καὶ τὰ σκεύη τὰ ἱερά, ινα ὡς ὑφηγοῦνται οἱ ἱερεῖς, ὑπηρετῶσιν αὐτοί. μετὰ ταῦτα ἀριθμῆσαι διέγνωκε τὸν λαόν, καὶ εὑρέθησαν τῶν οπλα φέρειν δυναμένων μυριάδες ἑξήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. ουτοι δ' ησαν οἱ τὸν εἰκοστὸν ὑπερβάντες ἐνιαυτὸν καὶ αχρι τοῦ πεντηκοστοῦ ἐφθακότες. ἀντὶ δὲ τῆς Λευιτικῆς φυλῆς τοῖς φυλάρχοις κατέλεξαν τοὺς παῖδας τοῦ ̓Ιωσήφ, τὸν Μανασσῆν καὶ τὸν ̓Εφραΐμ, κατὰ τὴν διαταγὴν τοῦ προπάτορος ̓Ιακώβ. οἱ δέ γε Λευῖται δισμύριοι καὶ τρισχίλιοι ἀριθμηθέντες εὑρέθησαν πρὸς ὀκτακοσίοις καὶ ὀγδοήκοντα. Ειτα στασιάζει τὸ πλῆθος τὸν Μωυσῆν αἰτιώμε1.53 νον οτι γῆς αὐτοὺς ἀγαθῆς ἀποστήσας ἐν ἐρήμῳ πλανᾶσθαι πεποίηκεν. ἀγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν εἰς τὴν καλουμένην Φάραγγα, πλησίον ουσαν τῆς Χαναναίων γῆς, ἐξ ἑκάστης φυλῆς ενα λαβὼν κατασκοπήσοντας εστειλε τήν τε δύναμιν τῶν Χαναναίων καὶ τῆς γῆς τὴν ποιότητα. οἱ δὲ τεσσαράκοντα ἡμέραις διελθόντες τὴν γῆν ὑπενόστησαν, καὶ καρποὺς ἐκ τῆς γῆς ἐκείνης κομίζοντες, καὶ τὴν μὲν χώραν ἐπῄνουν ὡς ἀγαθήν, τὸ δὲ πλῆθος ἐφόβουν ὡς ουσης ἀπόρου τῆς αὐτῆς κατασχέσεως διά τε ποταμῶν μεγέθη καὶ ὀρῶν δυσχωρίας καὶ πόλεων ὀχυρότητας. τὸ δὲ πλῆθος πάλιν δι' ὀργῆς ειχον τὸν Μωυσῆν, καὶ ἐνενόουν καταλεῦσαι αὐτόν τε καὶ τὸν ̓Ααρὼν καὶ ὑποστρέψαι εἰς Αιγυπτον. μόνοι δὲ τῶν κατασκόπων ̓Ιησοῦς ὁ τοῦ Ναυῆ καὶ Χαλὲβ παρεθάρρυναν τὸν λαόν, μηδὲν δυσχερὲς ἀπαντήσειν αὐτοῖς ἀπισχυριζόμενοι. Μωυσῆς δὲ καὶ ̓Ααρὼν ἱκέτευον τὸν θεὸν οπως τῆς ἀπονοίας παύσῃ τὸ πλῆθος. παρῆν δὲ ἡ νεφέλη ἐν τῇ σκηνῇ καὶ ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ θεοῦ. καὶ Μωυσῆς θαρσήσας διειλέχθη τῷ πλήθει, καὶ ὀργισθῆναι εφησε τὸν θεόν, μὴ ἀπολεῖν μέντοι πάντας μηδὲ τὸ γένος ἐξαφανίσειν, τὴν δὲ Χαναναίαν μὴ παρέξειν αὐτοῖς, ἐᾶσαι δ' ἐπὶ τῆς ἐρημίας ἐπ' ετη τεσσαράκοντα, παισὶ δὲ τοῖς αὐτῶν παρέξειν τὴν γῆν. ταῦτα τοῦ Μωυσέως εἰπόντος ἐν λύπῃ τὸ πλῆθος ἐγένετο. ειτα συμμίξαι τοῖς Χαναναίοις ηθελον, καὶ ταῦτα κωλύοντος τοῦ θεοῦ· καὶ προσβαλόντες ἡττήθησαν, καὶ οἱ μὲν επεσον, οἱ δὲ εἰς τὴν παρεμβολὴν συμπεφεύγασι. 1.54 Στάσις δὲ τὸ πλῆθος κατέλαβεν ἐξ αἰτίας τοιαύτης. Κορὲ τῆς Λευιτικῆς τυγχάνων φυλῆς, καὶ γένει καὶ πλούτῳ περιφανέστατος καὶ ὁμιλεῖν πιθανώτατος, φθόνον εσχε πρὸς Μωυσῆν καὶ τοῦ ἀνδρὸς κατεβόα ὡς τυραννίδι χρωμένου. "τίνι γὰρ λόγῳ" ελεγεν " ̓Ααρὼν καὶ τοῖς αὐτοῦ υἱέσι τὴν ἱερωσύνην προσένειμεν; εἰ μὲν ὡς ἐκ τῆς Λευιτικῆς φυλῆς, ἐγὼ ταύτης τυχεῖν δικαιότερος, γένους μὲν ὁμοίως εχων, πλούτῳ δὲ καὶ ἡλικίᾳ διάφορος. εἰ δ' ἑτέρᾳ φυλῇ προσκυρωθῆναι δέον αὐτήν, προτιμηθήσεται ἡ τοῦ ̔Ρουβὶμ διὰ πρεσβυγένειαν, καὶ λήψονται ταύτην ∆αθάν τε καὶ ̓Αβειρών." ταῦτα ἐκεῖνος μὲν κακοήθως ελεγεν, ησαν δὲ αὐτῷ συντεταγμένοι ανδρες τῶν πρώτων διακόσιοι καὶ πεντήκοντα, ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος. ὁ δὲ Μωυσῆς εἰς μέσον στὰς ειπεν "ἐμοί, ω Κορέ, καὶ σὺ καὶ τῶν σοι συντεταγμένων εκαστος τιμῆς αξιοι δοκεῖτε, ὁ δὲ θεὸς τὴν ἱερωσύνην τῷ ̓Ααρὼν ἐψηφίσατο, καὶ νῦν αὐτὸς αυθις κρινεῖ ον ἱερᾶσθαι βούλεται. εωθεν ουν, οσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε, πάριτε,