21
αιτιον, ὡς ἡ ἑτέρα κλίνη, πρὸς ην ἰδὼν ὁ τεχνίτης τὴν εἰς εργον αὐτῷ προσκειμένην ἐδημιούργησε· φυσικὸν αιτιον, ὡς πατὴρ τοῦ υἱοῦ, καθὸ καὶ μόνον ὁ θεὸς καὶ πατὴρ αιτιος τοῦ μονογενοῦς ειναι λέγεται· τῆς δὲ κτίσεως ποιητικὸν αιτιον ειναι λέγομεν τὸν θεόν. τελικὸν δὲ αιτιον τὴν τῶν δημιουργηθέντων εὐεργεσίαν καὶ τὴν περὶ αὐτὰ ἀγαθότητα· εἰδικὸν δὲ αιτιον τὴν ἐν αὐτῷ τῶν δημιουργημάτων γνῶσιν φαμὲν, ην ἐξ ἀϊδίου πρὸ αἰώνων εσχεν, οὐκ ἐς υστερον αὐτῷ ἐπιγενομένην, ἀλλὰ συνδιαιωνίζουσαν, καὶ συμπαρεκτεινομένην ἀείποτε. τὸ δὲ ὑλικὸν αιτιον καὶ ὀργανικὸν καὶ παραδειγματικὸν πόῤῥω τῆς θείας καὶ ἀπειροδυνάμου φύσεως. ̓Ιστέον, οτι τετραχῶς τὰ αιτια· ὡς υλη· ὡς ειδος· ὡς τέλος, καὶ ὡς ποιητικόν· καὶ τῶν αἰτίων τὰ μὲν προκαταρκτικὰ, τὰ δὲ συνεργὰ, η συναίτια, τὰ δὲ τελικά. Αἰτιῶδεσ. ψεῦδος, ο ἀπὸ ψεύδους αρχεται, η μὴ εἰς ἀκόλουθον λήγει, η εχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον. οιον· διότι νύξ ἐστι, ∆ίων περιπατεῖ. Αἰφνίδιον. τὸ ἐξαίφνης. παρὰ τὸ ἀφανὴς ἀφανίδιον καὶ ἐν συγκοπῇ αἰφνίδιον. Αἰψηρόν. τὸ ταχύ. Αἰσθητήρια. τὰ οργανα, ηγουν τὰ μέλη, δι' ων αἰσθανόμεθα, καὶ αἱ αἰσθήσεις τοῦ ἀνθρώπου, η ἐν οις καθίδρυται ἡ αισθησις. Αἰσθητικόν. πᾶν ζῶον αισθησιν φόβου καὶ θανάτου εχον, η αὐτὸ τὸ ζῶον τὸ κεκτημένον τὰς αἰσθήσεις. Αἰσθητά. τὰ ὁρώμενα, τὰ πεφυκότα ταῖς αἰσθήσεσιν ὑποπίπτειν, οιον χρῶμα καὶ σχῆμα καὶ alpha.90 ογκος καὶ ποικιλότης, καὶ ἀντιτυπία καὶ μαλακότης, ψόφοι καὶ ἀτμοὶ καὶ χυμοὶ, λειότης, τραχύτης καὶ τὰ τοιαῦτα. Αἰσθανόμενον. εστι ζῶον ἀντιληπτικὸν κατὰ δύναμιν φυσικὴν τῶν αἰσθητῶν. ̓Αϊδώνια. τὰ τοῦ ᾳδου θανάσιμα. ̓Αΐδιον. τὸ ἀρχὴν μὲν εχον, τέλος δὲ μὴ εχον. εστι καὶ ἀΐδιον τὸ ἀρχὴν μὲν μὴ εχον, τέλος δὲ εχον. εστι δὲ ἀΐδιον τὸ μήτε ἀρχὴν μήτε τέλος εχον, ωσπερ ὁ θεός. ἀΐδιον ἐστὶ τὸ μὴ ἑαυτὸ, ο ἐστὶ κατ' οὐσίαν, νοηθῆναι δυνάμενον. ἀΐδιον δὲ λέγεται τὸ ἀεὶ διόν· ηγουν τὸ μηδέποτε ἀρξάμενον, μὴ δὲ λῆγον. οὐ πᾶν γὰρ ἀτελεύτητον πάντως καὶ αναρχον· οἱ γὰρ αγγελοι καὶ αἱ ψυχαὶ ἀρχὴν μὲν εσχον τοῦ ειναι, τέλος δὲ οὐκ εχουσι. ἀΐδιον οὐδὲν αλλο η μόνον ἡ θεότης. ̓Αϊδνόν. τὸ ἀφανές. Αἰσώπειον αιμα. ἐπὶ τῶν ἀδίκως ἀναιρουμένων. οὐ γὰρ ἐνδίκως ἀπέκτειναν τὸν Αισωπον οἱ ∆ελφοί. ̓Αΐδιον. τὸ διαιωνίζον, καὶ λῆξιν μηδαμῶς εχον. ( ̔Ρῆμα.) Αἰάζειν. οἰκτείρειν, θρηνεῖν. παρὰ τὸ ˉαˉι σχετλιαστικὸν ἐπίῤῥημα γέγονεν αἰάζω· ὡς λίαν λιάζω. Αἰγίζειν. διασπᾷν. καὶ αἰγίζεσθαι. ἡ μεταφορὰ ἐκ τῶν καταιγίδων. Αἰγιάζειν. σὺ δ' αἰγιάζων ἐνθαδὶ καθήμενος. Αἰγυπτιάζειν. τὸ κακοτροπεῖν καὶ πανουργεύεσθαι. τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. Αἰδέσασθαι. μεταπεισθῆναι. ουτω Λυσίας καὶ ∆ημοσθένης ἐν τῷ κατὰ ̓Αριστοκράτου, ἀντὶ τοῦ ἐξιλάσασθαι καὶ πείσειν. Αἰδέσεται. ἀπὸ τοῦ αἰδῶ, αἰδέσω, αἰδέσῃ, αἰδέ σεται. alpha.91 Αἰδουμένω. αἰδέω, αἰδῶ, αἰδέομαι, αἰδοῦμαι. ἡ μετοχὴ αἰδεόμενος, αἰδούμενος. τὸ δυϊκὸν αἰδεουμένω, καὶ ἀποβολῇ τοῦ ˉε αἰδουμένω. Αἰθεροβατεῖν. εἰς τὸν αἰθέρα βαίνειν. Αιθειν. καίειν. παρεκελεύετο αιθειν καὶ φθείρειν τὴν χώραν. Αἰθόμενοσ. καιόμενος. Αιθρει. χειμάζει. Αἰθριάζουσιν. ἐν εὐδίᾳ εἰσίν. Αἰκίζω. τὸ μαστίζω. ἀπὸ τοῦ ἀεικὴς, ο σημαίνει τὸν σκληρὸν καὶ ἀπότομον, ἀεικίζω. Αἰθύξασα. κινήσασα. Αἰθύσσω. θερμαίνω, ἐκτείνω καὶ τὸ διαλάμπω. Αἰθύσσων λιπαρῆς ανθος υπερθε κόμης. Αἰκάλλει. σαίνει, ἀπατᾷ. αἰκάλλει καρδίαν ἐμήν-. Αἰκίζει. κακοῖ, μαστίζει, τύπτει, καθυβρίζει. Αἱμωδεῖν καὶ αἱμωδιᾷν. τὸ τοὺς ὀδόντας ὀδυνᾶσθαι μετὰ κνησμοῦ· ὡς καὶ αἱμάττεσθαι παρὰ τὸ αιμα. αἱμωδία γὰρ ἡ τῶν ὀδόντων νάρκη. Αιθω. τὸ καίω. εθω δὲ, τὸ ἐξ εθους τι διαπράττομαι, ψιλόν. καὶ Ομηρος· εθων Οἰνῆος ἀλωήν- ητοι ἀμπέλου χωρίον. alpha.92 Αἰνίσσω. τὸ ἐν παραβολαῖς λέγω. Αἰνεῖν. τὸ ἀναβράττειν τὸν ἀληλεσμένον σῖτον, ο ἐστιν ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς υδατι φυρῶντα. Αἰνέσαιμι. ἐπαινέσαιμι η ἀναπείσαιμι. ̓Αΐσθω. τὸ ἐκπνέω. Αϊεν. ἐξέπνεεν. ̓Αϊστῶσαι. ἀφανίσαι, φονεῦσαι. ̓Αΐων. ἐπακούων. Αινυμαι. τὸ ἀφαιρῶ η τὸ λαμβάνω. παρὰ τὸ αἰρῶ. ἀρνῶ, ὡς περῶ περνῶ. ἀφ' ου· -