Φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο· Ὄσσαν ἐπ' Oὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ' Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν' οὐρανὸς ἀμβατὸς εἴη. Ὁμοίως δὲ καὶ περὶ τοῦ ἀπ' οὐρανῶν κατενεχθέντος ἐχθροῦ τῆς ἀνθρωπότητος, ὃν διάβολον αἱ θεῖαι γραφαὶ καλοῦσιν, ἀπὸ τῆς πρώτης αὐτοῦ πρὸς τὸν ἄνθρωπον διαβολῆς ταύτης τῆς προσηγορίας τυχόντα· καὶ εἴ τις ἀκριβῶς σκοπεῖν ἐθέλοι, εὕροι ἂν τὸν ποιητὴν τοῦ μὲν διαβόλου ὀνόματος οὐδαμῶς μεμνημένον, ἐκ δὲ τῆς κακίστης αὐτοῦ πράξεως τὴν ὀνομασίαν πεποιημένον· Ἄτην γὰρ αὐτὸν ὁ ποιητὴς ὀνομάζων ὑπὸ τοῦ κατ' αὐτοὺς θεοῦ καθῃρῆσθαι αὐτὸν ἐκ τοῦ οὐρανοῦ λέγει, ὥσπερ ἀκριβῶς τῶν ὑπὸ Ἡσαΐου τοῦ προφήτου περὶ αὐτοῦ εἰρημένων μεμνημένος ·ητῶν. Oὕτως ἐν τῇ ἑαυτοῦ ποιήσει γέγραφεν· Aὐτίκα δ' εἷλ' Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο, Χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον Μήποτ' ἐς Oὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα Aὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται. Ὣς εἰπὼν ἔῤῥιψεν ἀπ' οὐρανοῦ ἀστερόεντος, Χειρὶ περιστρέψας· τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων. Καὶ Πλάτων δέ, μετὰ τὸν θεὸν καὶ τὴν ὕλην τὸ εἶδος τρίτην ἀρχὴν εἶναι λέγων, οὐκ ἄλλοθέν ποθεν ἀλλὰ παρὰ Μωϋσέως τὴν πρόφασιν εἰληφὼς φαίνεται, τὸ μὲν τοῦ εἴδους ὄνομα ἀπὸ τῶν Μωϋσέως μεμαθηκὼς ·ητῶν, οὐ δι δαχθεὶς δὲ τηνικαῦτα παρὰ τῶν εἰδότων ὅτι οὐδὲν ἐκτὸς μυ στικῆς θεωρίας τῶν ὑπὸ Μωϋσέως εἰρημένων σαφῶς γινώσκειν ἐστὶ δυνατόν. Γέγραφε γὰρ Μωϋσῆς ὡς τοῦ θεοῦ περὶ τῆς σκηνῆς πρὸς αὐτὸν εἰρηκότος οὕτως· Καὶ ποιήσεις μοι κατὰ πάντα, ὅσα ἐγὼ δεικνύω σοι ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς. Καὶ πάλιν· Καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς, καὶ οὕτως ποιήσεις. Καὶ αὖθις μικρὸν ὕστερον οὕτως· Ὅρα, ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει. Τούτοις οὖν ἐν τυχὼν ὁ Πλάτων καὶ οὐ μετὰ τῆς προσηκούσης θεωρίας δεξά μενος τὰ γεγραμμένα ῥητά, ᾠήθη εἶδός τι χωριστὸν προϋπάρ χειν τοῦ αἰσθητοῦ, ὃ καὶ παράδειγμα τῶν γενομένων ὀνομάζει πολλάκις, ἐπειδὴ τὸ Μωϋσέως οὕτω περὶ τῆς σκηνῆς σημαίνει γράμμα· Κατὰ τὸ εἶδος τὸ δειχθέν σοι ἐν τῷ ὄρει, οὕτως ποιήσεις αὐτό. Ὁμοίως δὲ καὶ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ καὶ τοῦ ἀνθρώπου σφαλεὶς φαίνεται· καὶ τούτων γὰρ εἰδέας εἶναι οἴεται. Ἐπειδὴ γὰρ Μωϋσῆς οὕτω γέγραφεν· Ἐν ἀρχῇ ἐποίη σεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα παραυτὰ συνάπτει λέγων· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, ᾠήθη ὅτι ταύτην μὲν περὶ ἧς ἔφη Ἡ δὲ γῆ ἦν τὴν προϋπάρχουσαν εἰ ρῆσθαι γῆν, ἐπειδὴ Μωϋσῆς ἔφη· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· ταύτην δὲ περὶ ἧς λέγει Ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ᾠήθη ταύτην λέγειν αὐτὸν τὴν κατὰ προϋ πάρχον εἶδος ὑπὸ τοῦ θεοῦ γενομένην αἰσθητήν. Ὁμοίως δὲ