εἶναι εὐθεῖαν. Aἱ ἀρχαὶ τῶν κατὰ φύσιν ἀεὶ γινομένων ἀΐδιοι εἶναι οὐ δύνανται. Eἰ γὰρ ἣν ἔχουσι φύσιν ταύτην μεταδιδόασι τοῖς ἐξ αὐτῶν γιγνομένοις, γενητὴ δὲ αὕτη, γενητὴ ἄρα καὶ ἡ τῶν ἀρχῶν φύσις, εἰ καὶ ὁ τρόπος τῆς γε νέσεως ἐνήλλακται καὶ ἔστιν ἕτερος τῆς τῶν ἐξ ἀρχῶν. μγ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀνάγκη εἶναί τι ἓν καὶ ἀΐδιον τὸ πρῶτον κινοῦν. ∆έ δεικται γὰρ ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι. Eἰ δὲ ἀεί, ἀνάγκη συνεχῆ εἶναι· καὶ γὰρ τὸ ἀεὶ συνεχές· τὸ γὰρ ἐφεξῆς οὐ συνεχές. Eἰ δὲ συνεχής, μία· μία δ' ἡ ὑφ' ἑνός τε κινοῦν τος καὶ ἑνὸς τοῦ κινουμένου· εἰ γὰρ ἄλλο καὶ ἄλλο κινήσει, οὐ συνεχὴς ἡ κίνησις ἀλλ' ἐφεξῆς. Eἰ τὸ πρῶτον κινοῦν τὴν κατὰ φορὰν κίνησιν, ἡ δὲ κατὰ φορὰν κίνησίς ἐστι τοῦ οὐρανοῦ, ὁ δὲ οὐρανός ἐστι φυσικὸν σῶμα, τὸ δὲ φυσικὸν σῶμα ἐν ἑαυτῷ ἔχει φυσικῶς τῆς κατὰ φύσιν κινήσεως τὴν ἀρχήν, περιττῶς ἄρα κινεῖται ὁ οὐρανὸς τοῦ πρώτου κινοῦντος τὴν κατὰ φορὰν κίνησιν· ἣν καὶ εἰ μὴ τὸ πρῶτον κινοῦν ἐκίνει αὐτόν, ἐκινεῖτο ἂν αὐτὸς ὑφ' ἑαυτοῦ, διὰ τὸ εἶναι αὐτὸν πέμπτον στοιχεῖον μήτε βαρύτητα ἔχον κι νοῦσαν αὐτὸν ἐπὶ τὸ κάτω, μήτε κουφότητα κινοῦσαν αὐτὸν ἐπὶ τὸ ἄνω, ἀλλὰ ἑτέραν δύναμιν ἀνώνυμον κινοῦσαν αὐτὸν περὶ τὸ μέσον. Eἰ τὸ πρῶτον κινοῦν τὴν κατὰ φορὰν κίνησιν τὸν οὐρανὸν οὔτε κατὰ φύσιν αὐτὸν κινεῖ (περιττὸν γὰρ τὸ οὕτως κινεῖν) οὔτε παρὰ φύσιν (δευτέρα γάρ ἐστι κίνησις ἡ παρὰ φύσιν τῆς κατὰ φύσιν κινήσεως), οὐκ ἄρα κινεῖ τι τὸν οὐρανόν. Eἰ πᾶσα κίνησις, ὡς γίνεται νῦν, οὕτως καὶ τὸ πρότερον ἐγίνετο, γίνεται δὲ νῦν κατὰ μεταβολὴν τοῦ μέλλοντος γίνεσθαι, τὸ δὲ μέλλον γίνεσθαι πρὸ τοῦ γενέσθαι οὔπω ἦν, τὸ δὲ πρῶτον μὲν οὐκ ὄν, ὕστερον δέ, γενητὸν τοῦτο πᾶν, τὸ δὲ γενητὸν ἄναρχόν τε καὶ ἀΐδιον οὐ δυνατὸν εἶναι, οὐκ ἄρα ἡ κίνησις ἀΐδιός τε καὶ ἄναρχος. μδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Φανερὸν ὅτι ἡ φορὰ πρώτη. Τὸ γὰρ πρῶτον ὥσπερ ἐφ' ἑτέρων, οὕτως καὶ ἐπὶ κινήσεως ἂν λέγοιτο πλεοναχῶς. Λέγεται δὲ πρότερον, οὗ γε μὴ ὄντος οὐκ ἔσται τὰ ἄλλα, ἐκεῖνο δὲ ἄνευ τῶν ἄλλων, καὶ τὸ χρόνῳ, καὶ τὸ κατ' οὐσίαν. Ὅτι ἀνάγκη τὴν φορὰν εἶναι πρώτην. Oὐδὲ γὰρ μία ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον, οὐδὲ δὴ γίνεσθαι ἢ φθείρεσθαι· τούτων δὲ οὐδεμίαν ἐνδέχεται τῆς συνεχοῦς μὴ οὔσης, ἣν κινεῖ τὸ πρῶτον κινοῦν. Ἔτι χρόνῳ πρώτη· τοῖς γὰρ ἀϊδίοις μόνον ἐνδέχεται κινεῖσθαι ταύτην. Ἀλλ' ἐφ' ἑνὸς μὲν τῶν ἐχόντων τὴν γένεσιν τὴν φορὰν ὑστάτην ἀναγκαῖον εἶναι τῶν κινήσεων· μετὰ γὰρ τὸ γε νέσθαι πρῶτον αὔξησις καὶ ἀλλοίωσις, φορὰ δὲ ἤδη τε λειουμένων κίνησίς ἐστιν. Ἀλλὰ ἕτερον ἀνάγκη κινούμενον εἶναι κατὰ φορὰν πρότερον, ὃ καὶ τῆς γενέσεως αἴτιον ἔσται τοῖς γιγνομένοις, οὐ γιγνόμενον, οἷον τὸ γεννῆσαν τοῦ γεννηθέντος, ἐπεὶ δόξειεν ἂν ἡ γένεσις εἶναι πρώτη τῶν κινήσεων διὰ τοῦτο, ὅτι γενέσθαι δεῖ τὸ πρᾶγμα πρῶτον.