εληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ θεοῦ ἐρ γασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα; Τετάρτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀδύνατον τῷ πρώην μὲν οὐκ ὄντι, ὕστερον δὲ ὄντι, συναΐδιον εἶναι τῷ ἀεὶ ὄντι, πῶς, εἰ γενητὸς ὁ κόσμος, συναΐδιός ἐστι παρὰ τῷ θεῷ; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Ὅτι· μὲν ἀδύνατον τὸ ἔγχρονον (τοῦτο γὰρ σημαίνει τὸ πάλαι μὲν μὴ ὄν, ὕστερον δὲ ὄν) ἀΐδιον εἶναι καὶ συναΐδιον τῷ ἀεὶ ὄντι, δῆλον. Ὅτι δὲ καὶ ἐκ τούτου τοῦ λόγου δείκνυται ὁ κόσμος ἀγένητος, καὶ τοῦτο παντί που δῆλον. Ἀλλ' εἴ τις ἐθέλοι λέγειν ὥς τινες τῶν παλαιῶν τὸν κόσμον γενητὸν κα λοῦσιν, εἰ μὲν ἐπιπολαίως σκέψοιντο τοὺς λόγους, μέμψοιντο ἂν δικαίως τοὺς τοῦτο λέγοντας· εἰ δὲ τὸ βάθος κατανοήσωσιν ἀκριβῶς τῶν λεχθέντων, εὑρήσουσιν ἀκριβῶς καὶ σαφῶς ἀγέ νητον τούτους τὸν κόσμον ἀποφαινομένους. Aὐτοὶ γάρ, λέ γοντες τήν τε παραδειγματικὴν καὶ τὴν ποιητικὴν αἰτίαν ἀγέ νητον εἶναι, δῆλον ὅτι καὶ τὸν κόσμον, δημιούργημα τούτων ὄντα, σαφῶς ἀγένητον ἀποφαίνουσι. Τοῖς γὰρ παλαιοῖς ἀπο δέδεικται τὰ καλούμενα πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρχειν. Ἐπεὶ οὖν ἥ τε εἰκὼν πρὸς τὸ παράδειγμα καὶ τὸ παράδειγμα πρὸς τὴν εἰκόνα καὶ τὸ δημιούργημα πρὸς τὸν δημιουργὸν καὶ ὁ δημιουργὸς πρὸς τὸ δημιούργημα, ἅμα τῇ φύσει ὑπάρξει· εἰ τοίνυν ἀγένητος ὁ δημιουργὸς καὶ τὸ παράδειγμα ἀγένητον, καὶ ὁ κόσμος, τοῦ μὲν παραδείγματος εἰκὼν ὤν, τοῦ δὲ δη μιουργοῦ δημιούργημα. Ὅτι δὲ τὰ πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρ χει, σαφῶς πᾶσιν ἀποδέδεικται καὶ ὡμολόγηται, καὶ αὐτόθεν ·ᾴδιον γινώσκειν. Τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν τῶν πρὸς τί. Ὥσπερ οὖν οὐκ ἐνδέχεται τὸ δεξιὸν εἶναι μὴ ὄντος τοῦ ἀρι στεροῦ μηδὲ τὸ ἀριστερὸν ἐκτὸς τοῦ δεξιοῦ, οὕτως οὐκ ἐνδέχε ται τὸν δημιουργὸν εἶναι ἄνευ τοῦ δημιουργήματος ἢ τὸ δη μιούργημα ἄνευ τοῦ δημιουργοῦ. Eἰ οὖν ἀγένητος ὁ δημιουρ γός, ἀγένητον καὶ τὸ δημιούργημα. Eἰ δέ τις θέλοι λέγειν ὅτι πρότερον μὲν ἦν ὁ δημιουργός, ὕστερον δὲ γέγονε τὸ δημιούρ γημα, καὶ ἄλλῳ περιπεσεῖται ἀτόπῳ. Eὑρεθήσεται γὰρ δυ νάμει εἶναι λέγων τὸν δημιουργὸν καὶ οὐκ ἐνεργείᾳ (ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸν θεὸν ἀτελῆ λέγειν), καὶ πρὸς τούτοις οὐδὲν ἧττον συνυφίστασθαι τῷ δημιουργῷ τὸ δημιούργημα, δυνάμει ὂν καὶ τοῦτο ὥσπερ ὁ δημιουργός, ἁπανταχοῦ τῶν πρὸς τὶ ὑφισταμένων ἐπ' ἴσης. Eἰ μὲν οὖν ὁ δημιουργὸς δυνάμει, καὶ τὸ δημιούργημα δυνάμει· εἰ δὲ ὁ δημιουργὸς ἐνεργείᾳ καὶ τέλειος, καὶ τὸ δημιούργημα ὁμοίως. Σαφῶς τοίνυν παντὶ δῆλον ὑπάρχει τὸ συνυφίστασθαι τῷ δημιουργῷ, καθὰ δη μιουργός, τὸ δημιούργημα. Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης. Ὡς δείξας ἀποκρινάμενος ἐν ταῖς ἄλλαις αὑτοῦ ἀπο κρίσεσι τὸν κόσμον ἀγένητον, οὕτως καὶ ἐν τῇ παρούσῃ ἀπο κρίσει ἐπαγγέλλεται δεῖξαι τὸν κόσμον ἀγένητον· καίτοι ἐν ταῖς ἄλλαις αὑτοῦ ἀποκρίσεσιν οὔτε ἐκ τῶν φανερῶν τε καὶ