Ἐρώτησις μη. ∆ιὰ τί ὁ κύριος ἔλεγε πρὸς τὴν Μαρίαν μετὰ τὴν ἔγερ σιν· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου; Eἰ μὲν οὖν πρὸ τῆς ἀναλήψεως οὐδενὶ ἐξῆν αὐτοῦ ἅπτε σθαι, πῶς μετὰ μικρὸν τοῖς μαθηταῖς καὶ τῷ Θωμᾷ ποιεῖν ἐπέτρεπε τοῦτο; Eἰ δὲ ἐξῆν, πῶς ὃ ἔμελλε μετὰ μικρὸν τοῖς πολλοῖς ἐπιτρέπειν ἀπηγόρευσε τῇ Μαρίᾳ πρὸ μικροῦ; Ἀπόκρισις. Τὸ Μή μου ἅπτου εἴρηται πρὸς τὴν Μαρίαν ὑπὸ τοῦ σω τῆρος κατὰ τὴν ἔννοιαν τοῦ Μή μοι ἀκολούθει, ὥστε διὰ παν τὸς συνεῖναί μοι κατὰ τὴν πρὸ τοῦ σταυροῦ μου διαγωγήν. Ἐβούλετο γὰρ κατὰ μικρὸν ἀπεθίζειν τοὺς μαθητὰς τῆς τοῦ σώματος αὐτοῦ θέας τε καὶ παρουσίας· διὸ οὔτε διὰ παντὸς ὡρᾶτο τοῖς μαθηταῖς ἐν ταῖς ἡμέραις ἐν αἷς διέτριβεν ἐπὶ τῆς γῆς μετὰ τὴν ἀνάστασιν, οὔτε πάντη ἀθέατον αὐτοῖς ἑαυ τὸν κατέστησεν, ἀλλ' ἐκ διαλείμματος ἀμφότερα ἐποιεῖτο, καὶ τὸ ὁρᾶσθαι αὐτοῖς καὶ τὸ μὴ ὁρᾶσθαι. Ἐρώτησις μθ. Τίς ἡ ἀπόδειξις τοῦ μόνα δύο θηρία τε καὶ κτήνη, ἄρσεν καὶ θῆλυ, ἐν τῇ κοσμοποιΐᾳ παρῆχθαι, ἐπειδὴ τοῦτό τινες τῶν εὐσεβῶν εἰρήκασι πρὸς σύστασιν τοῦ μὴ ἐξ ἀλόγων δορᾶς τοὺς δερματίνους χιτῶνας τοῖς πρώτοις ἀνθρώποις ὑπὸ τοῦ θεοῦ δίδοσθαι; Ἀπόκρισις. Eἰ ἐν ἑκάστῳ γένει ἐστί τινα γεναρχῆ, καὶ τὰ μὲν γεναρχῆ ἐστιν ἔργα θεοῦ, τὰ δὲ ὑπὸ τὰ γεναρχῆ εἰσιν ἔργα φύσεως διὰ σπορᾶς καὶ γενέσεως ὑφεστῶτα, δῆλον ὅτι ἑκάστου γένους πλὴν τῆς μιᾶς ζυγῆς ἀῤῥενοθήλεος οὐκ ἐποίησεν ὁ θεός. Χιτῶνας δὲ δερματίνους ἐποίησεν ὁ θεὸς οὐκ ἀνθρωπίνως ἀλλὰ δη μιουργικῶς· οὐ γὰρ ζῶα σφάξας καὶ τούτων τὰ δέρματα συῤ ῥάψας χιτῶνας ἐποίησεν, ἀλλ' αὐτοὺς τοὺς χιτῶνας ἐδημιούρ γησε τοὺς δερματίνους. Ἀλλ' ἴσως ἐρεῖ τις ὅτι Eἰ ἐδημιούρ γησεν ὁ θεὸς τοὺς δερματίνους χιτῶνας μετὰ τὰς ἑπτὰ ἡμέρας τῆς δημιουργίας, πῶς λέγει ἡ θεία γραφὴ ὅτι Κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρ ξατο ποιεῖν; Κατέπαυσε τὴν ποίησιν, τουτέστι τοῦ ποιεῖν τὰ μὴ ὄντα· τὰ δὲ δέρματα, ἃ νῦν ποιεῖ, οὐ νῦν ἄρχεται ποιεῖν, ἀλλ' ἐν τῇ ποιήσει τῶν ζώων καὶ τὰ δέρματα αὐτῶν ἐγίνοντο πάλαι. Κατὰ ταῦτα δὲ καὶ τὸ Ἔπλασεν ἔτι κύριος ὁ θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ κτήνη καὶ τὰ θηρία τῆς γῆς, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, καὶ τὰ ἑξῆς· τὸ γὰρ ἔτι τὴν δευτέραν σημαίνει τούτων γένεσιν. Ἐρώτησις ν. Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες, νῦν δὲ ἡμεῖς ὑμνοῦντες τῇ ὠσαννὰ φωνῇ καὶ τῇ τοῦ ἀλληλούϊα κεχρήμεθα, τίς ἐστιν ἡ τούτων ἑρμηνεία; Ἀπόκρισις. Ἑρμηνεία ἐστὶ τοῦ μὲν ἀλληλούϊα τὸ ὑμνήσατε μετὰ μέ λους τὸ ὄν, τοῦ δὲ ὠσαννὰ μεγαλωσύνη ὑπερκειμένη.