Βρυεννίου τοὺς ῥυτῆρας ἀνασχεῖν τοῖς περὶ αὐτὸν ἐγκελευσαμένου μόνος διώκων ὁ Βασιλάκιος ἦν ἀγνοίᾳ τοῦ πραχθέντος. Ἐπεὶ δὲ τῷ χάρακι τῶν ἐναντίων προσέμειξε , περιπαρέντος αὐτοῦ τοῦ ἵππου προσέσχε τῇ γῇ βάρος τῶν ὅπλων ἐπιφερόμενος. ∆ιὸ καὶ περιχυθέντες οἱ πολέμιοι αἴρουσιν αὐτὸν ζωγρίαν καὶ πρὸς τὸν σουλτάνον ἀπάγουσι δέσμιον. Ὧ καὶ εἰς ὄψιν παραστὰς οὔτε ὡς δοῦλος ἤδη γεγονὼς οὔτε ὡς αἰχμάλωτος ἀπαχθεὶς τῷ σουλτάνῳ καθυπετάγη. Ἀλλ' οὔτε ὁ σουλτάνος εἴτε ὡς δούλῳ εἴτε ὡς αἰχμαλώτῳ προσηνέχθη αὐτῷ, συνεχῶς δὲ παριστῶν περὶ τοῦ βασιλέως τε ἐπηρώτα καὶ τὴν ἑαυτοῦ ἰσχὺν ἐπεδείκνυε καὶ εἰς ὀρρωδίαν καὶ πτοίαν ἐνέβαλλεν. Ὁ δὲ πάντα ἐπαινῶν καὶ μεγαλύνων τὰ αὐτοῦ τὸ ἀντιπαρατάξασθαι τῷ βασιλεῖ Ῥωμαίων ἀσύμφορον αὐτῷ συνεβούλευεν. Ἀλλ' οὕτω μὲν οὗτος· ὁ δὲ βασιλεὺς ἀναγκασθεὶς ἐξῄει μετὰ τῆς λοιπῆς πληθύος εἰς τὴν τῶν πραγμάτων θέαν. Μέχρι δὲ ἑσπέρας ἐπί τινων λόφων ἑστώς, ἐπείπερ οὐκ εἶδε τὸν ἀντικαθιστάμενον, ὑπέστρεψεν εἰς τὴν παρεμβολήν. Καὶ αὐτίκα περιχυθέντες οἱ Τοῦρκοι τόξων βολαῖς καὶ περιιππεύσεσι φόβον οὐ μικρὸν τῇ στρατιᾷ ἐνεποίησαν, ἐντὸς γενέσθαι τοῦ χάρακος βιαζόμενοι. Νὺξ ἦν ἀσέληνος, ὅτε ταῦτα ἐγίνετο, καὶ διάκρισις ὀθνείων τε καὶ γνωστῶν, φευγόντων τε καὶ διωκόντων οὐκ ἦν. ∆ιὰ πάσης δὲ τῆς νυκτὸς περιηχοῦντες ἦσαν ὑλαγμοῖς ἀσήμοις τὸ στρατόπεδον, ὡς ἅπαντας διανυκτερεῦσαι ἠνεῳγμένοις καὶ ἀγρύπνοις τοῖς ὄμμασι. Πρωίας δὲ 147 γενομένης μοῖρά τις οὐζικὴ ἔξαρχον ἔχουσα Ταμῆν τινα Σκύθην οὕτως ὀνομαζόμενον, ὑπὸ Τορνικίῳ τῷ Κοτέρτζῃ ταττόμενον τοῖς ἐναντίοις προσερρύη· ὅπερ οὐκ εἰς μικρὰν ἀγωνίαν τοὺς Ῥωμαίους ἐνέβαλεν ὑποπτεύοντας καὶ τὸ λοιπὸν ἔθνος ὡς πολέμιον. Τινὲς δὲ τῶν πεζῶν ἐξιόντες Τούρκων ἀνεῖλον πολλοὺς βέλεσιν ἑκηβόλοις καὶ ἀγχεμάχοις ἀμυντηρίοις ὅπλοις, καὶ τῆς παρεμβολῆς ἐκστῆναι παρέπεισαν. Ὁ δὲ βασιλεὺς ταχυδρόμους ἀποστείλας εἰς τὸ Χλίατ τοὺς ἐκεῖσε ἡγεμόνας ἐκάλει μετὰ τῶν ὑπ' αὐτοῖς δυνάμεων, παραυτίκα θέλων ἀγχεμάχῳ πολέμῳ διακρῖναι τὰ πράγματα, καὶ ἀναμένων τὴν ἐξ αὐτῶν βοήθειαν τὸν καιρὸν τηνάλλως ἔτριβεν· ἦσαν γὰρ οἱ τῶν ἄλλων μάλιστα τὴν πυρρίχιον ἐκμεμελετηκότες ὄρχησιν. Ὡς δ' ἀπεγνώκει τὴν ἀπὸ τούτων βοήθειαν, κώλυμά τι εἶναι ὑποπτεύσας ἐσκέψατο μετὰ τῶν συνόντων εἰς τὴν ὑστεραίαν διαγωνίσασθαι. Ἠγνόει δὲ ἄρα ὡς ὁ Τραχανειώτης παραπείσας καὶ τὸν Ῥουσέλιον συνελθεῖν τῷ βασιλεῖ προθυμούμενον, μαθὼν τὴν τοῦ σουλτάνου ἄφιξιν καὶ τὴν αὐτοῦ κατὰ τοῦ βασιλέως ἐπέλευσιν, ἄρας τοὺς ἀμφ' αὐτὸν ἅπαντας διὰ τῆς Μεσοποταμίας φυγὰς ἀγεννῶς εἰς τὴν Ῥωμαίων ἐνέβαλε, μηδένα λόγον τοῦ δεσπότου μήτε μὴν τοῦ εἰκότος ὁ δείλαιος θέμενος. Ὁ γοῦν βασιλεὺς κατὰ τὸ συγκείμενον τὴν εἰς τὸν πόλεμον παρασκευὴν ἐς τὴν αὔριον ἐξαρτύσας τὰ κατ' αὐτὸν διετάττετο ἔτι τῆς βασιλείου σκηνῆς ἐντὸς καθιστάμενος, ὁπότε καὶ τὸ ἐκ τῶν συνόντων Σκυθῶν, τῶν Οὔζων φημί, δέος ἀφαιρούμενος ὅρκῳ συνήθει τῆς αὐτῶν θρησκείας αὐτοὺς κατησφαλίσατο. Ἐν ὅσῳ δὲ τὰ τοιαῦτα ἐπράττετο καὶ οἱ στρατιῶται κατὰ τάξεις καὶ λόχους ἐπὶ τῶν ἵππων ἐφίσταντο ἔνοπλοι, πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου τὴν εἰρήνην ἀμφοτέροις ἐπικηρυκευόμενοι. Ὁ δὲ βασιλεὺς ἐδέξατο μὲν αὐτοὺς καὶ λόγων αὐτοῖς κατὰ νόμον τῶν πρέσβεων μετέδωκεν, οὐ πάνυ δὲ τούτους φιλανθρώπως ἐδέξατο. Ὅμως δ' οὖν συνεπινεύσας καὶ σταυρὸν αὐτοῖς ἐπιδέδωκεν, ἵνα 148 τῇ ἐπιδείξει τούτου ἀβλαβεῖς πρὸς αὐτὸν ὑποστρέψωσι κομίζοντες ἀγγελίας, ἃς ἂν ἐκ τοῦ σουλτάνου πύθοιντο. ∆εδήλωκε γὰρ τῷ ἀνελπίστῳ τοῦ μηνύματος ἐπαρθείς, ἵν' ὁ σουλτάνος καταλιπὼν τὸν τόπον τῆς ἰδίας παρεμβολῆς πορρωτέρω στρατοπεδεύσηται· ὁ δὲ βασιλεὺς ἐν ἐκείνῳ τῷ τόπῳ, ὃς τὸν σουλτάνον εἶχε πρότερον, ἐπικαταπήξει τὸν χάρακα καὶ τηνικαῦτα πρὸς συμβιβάσεις αὐτῷ χωρήσει. Ἔλαθε δὲ τὴν νίκην ὑπὸ ὑψηλοφροσύνης τοῖς ἐναντίοις καταπροέμενος, καθὼς οἱ τὰ τοιαῦτα διακριβοῦντες συμβάλλουσι, τὸ νικητικώτατον σύμβολον, τὸν σταυρόν, ἀποστείλας αὐτῷ. Οὔπω τέλος ἔσχεν οὐδ' ἀναμονὴν ἡ τῶν