μὲν τὰ τῆς ἀποστασίας ἀπέσβη τελέως καὶ ᾤχετο, οὐκ ἔμελλε δὲ ἄχρι τούτων στήσεσθαι ἡ φορὰ τῶν κακῶν, ἀλλὰ τῶν δύο ἠπείρων, Ἀσίας φαμὲν καὶ Εὐρώπης, ἐν θυμῷ κυρίου οἷόν τινος κεφαλῆς καὶ οὐρᾶς, εἰ καὶ μὴ συνίεσαν, παιδευθεισῶν φόνοις, ἐμπρησμοῖς, σεισμοῖς, ἁρπαγαῖς, ἐμφυλίοις καταδρομαῖς, πόλεων ἀνελπίστοις μεταναστάσεσι, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, τέλος καὶ ταῖς ταλαιπώροις νήσοις, οἷόν τινα μέσην, ἵν' ὁλόσωμος εἴη ἡ πληγή, ἐπέδραμε τὰ δεινά. ἀλλ' οὐκ ἦν παιδευθῆναι τοὺς τὴν θεάνθρωπον ἐξηρνημένους μορφὴν προσκυνεῖν. ἄρτι γὰρ τοῦ κατὰ τὸν Θωμᾶν ἄρξαντος νεωτερισμοῦ, ἐπεὶ ταῦτα ἠκούετο πανταχοῦ, οἱ τὸν ἑσπέριον κόλπον τῆς Ἰβηρίας οἰκοῦντες Ἀγαρηνοί, πρόσχωροι τῷ Ὠκεανῷ ὄντες (Ἱσπάνουςτούτους κατονομάζουσιν), εἰς εὐανδρίαν ἐληλακότες καὶ ἣν ᾤκουν γῆν λυπρὰν οὖσαν καὶ μετρίως εὐδαίμονα ὁρῶντες καὶ διὰ τοῦτο τρέφειν μὴ δυναμένην αὐτούς, προσελθόντες τῷ ἑαυτῶν ἄρχοντι Ἀπόχαψ (ἀμερμουμνῆν οἶδε τοῦτον ἡ ἐγχώριος γλῶσσα καλεῖν) ἀποικίαν καὶ γῆς μετανάστασιν ἀπῄτουν γενέσθαι αὐτοῖς, πλήθει τε στενοχωρουμένοις καὶ τῶν ἀναγκαίων σπανίζουσιν. ὁ δὲ ἀσπασίως τὸν λόγον δεξάμενος πλοῖα εὐθέως ἐπισκευάσας μακρὰ καὶ δύναμιν τούτοις ἐξ αὐτῶν ἐμβιβάσας ἐπὶ λῃστείαν, τέως λανθάνουσαν ἔχων τὴν ἔννοιαν, τῶν πρὸς τὴν ἕω κειμένων νήσων καὶ ἡμετέρων ἐτράπετο, ὁμοῦ μὲν τὸ τοῖς ὑπηκόοις ὀρεκτὸν ἐκπληρῶν καὶ ἐκ τῶν ἀλλοτρίων αὐτοὺς κορεννύς, ὁμοῦ δὲ κατασκεψόμενος, εἴ τίς ἐστιν εὔφορος τῶν νήσων καὶ πρὸς μετοικίαν ἐπιτηδεία αὐτοῖς. ποιησάμενος δὲ τὸν ἀπόπλουν ἔαρος ὥρᾳ, καὶ πολλὰς ἐπιὼν τῶν νήσων, οὐδένα εὕρισκε τὸν ἀντιπαραταττόμενον. ἐχήρευον γὰρ πᾶσαι βοηθείας, τοῦ εἰωθότος φυλάττειν στόλου παντὸς συστρατευομένου τῷ Θωμᾷ. διὸ καὶ μεγάλας ὠφελείας ἐκ πασῶν, αἷς καὶ προσώρμιζεν, ἐκαρποῦτο. ἧκε δέ ποτε καὶ εἰς Κρήτην καὶ ταύτην καταδραμὼν καὶ ἀνδραποδισάμενος, ὡς ἐνῆν, καὶ τὴν τῆς νήσου καταμαθὼν ἀρετὴν καὶ χάριν, τοῦτο ἔφη πρὸς τοὺς ὑπηκόους· ἰδοὺ γῆ ἡ ῥέουσα μέλι καὶ γάλα. καὶ τότε μὲν ἔφη πλέον οὐδέν, παντοίων δὲ τὸν στόλον ἐμπεπληκὼς ἀγαθῶν τῶν ἐπ' οἴκου νόστων ἐμέμνητο. ὡς δ' ὁ χειμὼν ὑπέληγε καὶ τὸ ἔαρ ὑπέλαμπε, τεσσαράκοντα ναῦς πληρώσας ἀνδρῶν μαχίμων καὶ οὔριον ἄνεμον ἐπιτηρήσας πρὸς Κρήτην ἀπέπλει, τὰς ἄλλας τῶν νήσων παρατρέχων ἐπιεικῶς. καταλαβὼν δὲ τὴν νῆσον τῷ ἀκρωτηρίῳ τῷ καλουμένῳ Χάρακι προσορμίζεται. ὡς δ' οὐδὲν αὐτῷ οὔτε κατὰ τὴν ἀπόβασιν οὔτε κατὰ τὴν καταγωγὴν ἐφάνη πολέμιον, παρεμβολὴν ὀχυρὰν πηξάμενος τοὺς μὲν ἐπιτηδείους εἰς προνομὰς ἐξαπέστειλεν, αὐτὸς δὲ τοὺς λοιποὺς ἔχων, ἄρτι δὴ τοῦ πνεύματος ἐπακμάζοντος κἀκείνων πορρωτέρω σταδίων δέκα ἢ καὶ δεκαπέντε γενομένων, πῦρ ἐμβαλὼν ταῖς ναυσὶ τὰς πάσας κατέφλεξε) φεισάμενος τὸ παράπαν οὐδεμιᾶς. ὁ δὲ στρατὸς (καὶ γὰρ ἐπαλινόστουν εὐθέως ἐκδειματωθέντες, τῷ παραδόξῳ τοῦ πράγματος καταπλαγέντες) τὴν αἰτίαν ἐπυνθάνοντο καὶ εἰς λόγους ἦλθον νεωτερικούς. ἐπεὶ δὲ ἤκουον, ἃ πάλαι ὤδινον, ὡς αὐτοί τε τούτων ὑμεῖς αἴτιοι, ἀποικίαν ζητοῦντες καὶ γῆν ἀγαθήν, ἐμοὶ δὲ ταύτης οὐδετέρα νενόμισται κρείττων, εἰς ταύτην ἦλθον τὴν ὁδὸν τὰ ὑμῖν τε θυμήρη πράττων καὶ ἐμαυτὸν τῆς ἐξ ὑμῶν ἀπαλλάττων ὀχλήσεως. ὡς δὲ καὶ γυναικῶν καὶ παίδων ἐμέμνητο, καὶ γυναῖκες, ἔφη ὁ Ἀπόχαψ, ὧδε ὑμέτεραι αἱ αἰχμάλωτοι, καὶ παῖδες οὐ μετὰ μικρὸν ἐξ αὐτῶν. τούτοις τοῖς λόγοις κατασιγασθέντες καὶ ἀποδοχῆς ἄξια κρίναντες τὰ λεγόμενα, τάφρον μὲν ἤγειραν πρῶτον βαθεῖαν, καὶ χάρακας ἐν ταύτῃ καταπήξαντες, ἔνθα καὶ νῦν λαβὼν τὴν ἐπωνυμίαν ὁ τόπος σῴζει τὴν προσηγορίαν, Χάνδαξ ὀνομαζόμενος, ἐκεῖσε διενυκτέρευον. χρόνος οὐκ ἐρρύη πολύς, καὶ τὰ πραττόμενα ἡ φήμη τὸν βασιλέα ἐδίδασκε. καὶ ὃς τῷ πρωτοσπαθαρίῳ Φωτεινῷ τῶν Ἀνατολικῶν στρατηγοῦντι τὰ τῆς Κρήτης ἅπαντα ἀνατίθησιν. οὗτος ἐκεῖσε παραγενόμενος καὶ τὰ πάντα καταμαθὼν τὸν βασιλέα ἀνεδίδασκε τὰ πραττόμενα, καὶ δύναμιν ἠξίου πέμπειν τὴν ἐκεῖθεν ἀποσοβήσουσαν τοὺς ἐχθρούς.