1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

21

ἐκ τοῦ περὶ υἱοῦ δευτέρου λόγου· Σημεῖον δέ, ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· «Ἵνα ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης.» Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ· εἰ γὰρ τὸ συναμφότερον ἕν, ἀλλ' οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. 101 Τοῦ αὐτοῦ ἀναπλήρωσις τῆς πρὸ μικροῦ χρήσεως ἐκ τῆς πρὸς Κληδόνιον πρώτης ἐπιστολῆς· Εἰ δὲ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, εἴπερ μὴ ταὐτὸν τὸ ἀόρατον τῷ ὁρατῷ καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον· οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο. Τὰ γὰρ ἀμφότερα ἓν τῇ συγκράσει, θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος ἢ ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι. 102 Σχόλιον. Εἰ «οὐκ ἄλλο καὶ ἄλλο» διὰ τὸ μίαν εἶναι τὴν φύσιν, τὸ ἄλλο ἄρα καὶ ἄλλο οὐ μία φύσις. Καὶ εἰ «ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει, ἐκεῖ δὲ τρεῖς ὑποστάσεις διὰ τὸ ἄλλος καὶ ἄλλος, μία δὲ φύσις διὰ τὸ μὴ ἄλλο καὶ ἄλλο», ἐνταῦθα δύο μὲν φύσεις διὰ τὸ «ἄλλο καὶ ἄλλο», μία δὲ ὑπόστασις διὰ τὸ «οὐκ ἄλλος καὶ ἄλλος». 103 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ δευτέρου λόγου· Τοῦτό ἐστιν, ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις ἐπαλλαττομένων τῶν ὀνομάτων διὰ τὴν σύγκρασιν. Σημεῖον δέ, ὡς ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· «Ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦὁ πατὴρ τῆς δόξης» Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. Εἰ γὰρ τὸ συναμφότερον ἕν, ἀλλ' οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ· τούτων τί ἂν γένοιτο γνωριμώτερον; 104 Σχόλιον. Τὰ μὴ φύσει ἓν πάντως δύο· εἰ δὲ ἡ σύνοδος, καθ' ὑπόστασιν. Ἄρα ἡ θεότης τοῦ Χριστοῦ καὶ ἡ ἀνθρωπότης αὐτοῦ δύο μὲν τῇ φύσει, ἓν δὲ τῇ ὑποστάσει. 105 Τοῦ αὐτοῦ ἐκ τῶν ἐπῶν· Ἦλθε θεὸς θνητός τε φύσεις δύο εἰς ἓν ἀγείρας, τὴν μὲν κευθομένην, τὴν δ' ἀμφαδίην μερόπεσσιν. 106 Τοῦ ἁγίου Ἀμβροσίου Μεδιολάνων ἐκ τοῦ περὶ ἐνανθρωπήσεως ἤτοι κατὰ Ἀπολιναρίου λόγου· Ἀλλ' ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέγοντες, τὸ σῶμα τοῦ κυρίου καὶ τὴν θεότητα μιᾶς εἶναι φύσεως. Ποῖος ᾅδης τὴν τοσαύτην βλασφημίαν ἠρεύξατο; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσι φορητότεροι, οἷς ἐκ τούτων αὔξεται τῆς φιλονεικίας καὶ ἀπιστίας τὸ στέλεχος φιλονει κότερον διαβεβαιουμένοις λέγειν, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον μιᾶς οὐσίας μὴ εἶναι, ἐπειδὴ οὗτοι τὴν θεότητα τοῦ κυρίου καὶ τὴν σάρκα μιᾶς φασιν ὑπάρχειν οὐσίας. 107 Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Γρατιανὸν τὸν βασιλέα· ταύτην δὲ τὴν χρῆσιν προήγαγεν ὁ ἅγιος Κύριλλος ἐν τῇ κατ' Ἔφεσον συνόδῳ· Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός· εἷς γὰρ ἐν ἑκατέρᾳ λαλεῖ ὁ τοῦ θεοῦ υἱός, ἐπειδήπερ ἐν αὐτῷ ἑκατέρα φύσις ἐστίν. 108 Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ θείου συμβόλου· Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἢ παθητὸν τὸν θεὸν λόγον ἢ εἰς σάρκα τραπέντα ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα ἢ οὐρανόθεν αὐτὸ κεκομικέναι ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον ἢ δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως ἢ ἄψυχον σῶμα ἢ ἄνουν ἄνθρωπον ἀνειληφέναι ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν, καὶ μὴ ὁμολογοῦντας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθ' ὃ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. 109 Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς· Οὕτω θεὸν καὶ