21
Εἰ ἀρχὴν ἔχει χρονικὴν, μὴ ἀμφιβάλῃς περὶ τοῦ τέλους. Τίς ὁ τῇ σοφίᾳ κατασκευάσας τὸν ἄνθρωπον, καὶ εἰς ἓν ἀγαγὼν τὰ διεστῶτα, καὶ μίξας τὸν χοῦν τῷ πνεύματι, καὶ συνθεὶς ζῶον ὁρατὸν καὶ ἀόρατον, πρόσκαιρον καὶ ἀθάνατον, ἐπίγειον καὶ οὐράνιον, ἁπτόμενον Θεοῦ, καὶ οὐ περιδρασσόμενον, ἐγγίζον καὶ μακρυνόμενον; Ὅπως συνεζύγην, οὐκ οἶδα, καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ, καὶ τῷ πηλῷ συμφύρομαι. Ὃ καὶ εὐεκτοῦν πολεμεῖ, καὶ ἀνιᾷ πολεμούμενον· ὃ καὶ ὡς σύνδουλον ἀγαπῶ, καὶ ὡς ἐχθρὸν ἀποστρέφομαι· ὃ καὶ ὡς δεσμὸν φεύγω, καὶ ὡς συγκληρονόμον αἰσχύνομαι. Τῆξαι φιλονεικῶ, καὶ οὐκ ἔχω τίνι συνεργῷ πρὸς τὰ κάλλιστα χρήσομαι, ὡς εἰδὼς εἰς ὃ γέγονα, καὶ ὅτι δεῖ με πρὸς Θεὸν ἀνατεῖναι διὰ τῶν πράξεων. Φείδομαι ὡς συνεργοῦ, καὶ οὐκ ἔχω πῶς φύγω τὴν ἐπανάστα 95.1105 σιν, ἣ πῶς μὴ ἀπὸ Θεοῦ πέσω, βαρυνθεὶς ταῖς πέδαις, κατασπώσαις ἢ κατεχούσαις εἰς ἔδαφος. Ἐχθρός ἐστιν εὐμενὴς, καὶ φίλος ἐπίβουλος. Ὢ τῆς συζυγίας καὶ τῆς ἀλλοτριώσεως. Ὃ φοβοῦμαι, περιέπω· ὃ στέργω, δέδοικα· πρὶν πολεμῆσαι, καταλλάσσομαι· καὶ πρὶν εἰρηνεῦσαι, διΐσταμαι. Τίς ἡ περὶ ἐμὲ σοφία; καὶ τί τὸ μέγα περὶ ἐμὲ μυστήριον; ἢ τί βούλεται, μοῖραν ἡμᾶς ὄντας Θεοῦ, καὶ ἄνωθεν ῥεύσαντας, ἵνα μὴ διὰ τὴν ἀξίαν ἐπαιρόμενοι καὶ μετεωριζόμενοι καταφρονῶμεν τοῦ Κτίσαντος, ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευγμένην ἀσθένειαν, παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος, ἵνα εἴδωμεν οἱ αὐτοὶ μέγιστοί τε ὄντες καὶ ταπεινότατοι, ἐπίγειοι καὶ οὐράνιοι, πρόσκαιροι καὶ ἀθάνατοι, κληρονόμοι φωτὸς πυρὸς, εἴτουν σκότους, ὁποτέρως ἂν νεύσωμεν; Τοιοῦτον τὸ κρᾶμα ἡμῶν, καὶ διὰ ταῦτα· ὡς γοῦν ἐμοὶ καταφαίνεται· ἵνα ὅταν ἐπαιρώμεθα διὰ τὴν εἰκόνα, διὰ τὸν χοῦν συστελλώμεθα. Τάξις τὸν ἄνθρωπον ἐκ λογικοῦ καὶ ἀλόγου συγκρίματος ζῶον λογικὸν συνεστήσατο, καὶ συνέδησε μυστικῶς καὶ ἀῤῥήτως τὸν χοῦν τῷ νοῒ, τὸν νοῦν τῷ πνεύματι· καὶ ἵνα θαυματουργήσῃ τι μεῖζον ἐν τῷ ἑαυτοῦ πλάσματι, τὸ αὐτὸ καὶ διεσώσατο, καὶ διέλυσεν. Τὸν μὲν γὰρ ἐπεισήγαγεν, τὸν δὲ ὑπεξήγαγεν, ὥσπερ ἐν ῥεύματι, καὶ τῷ θνητῷ τὴν ἀθανασίαν ἐπραγματεύσατο διὰ λύσεως. Τίς ἡ μίξις ἡμῶν; τίς ἡ κίνησις; πῶς τὸ ἀθάνατον τῷ θνητῷ συνεκράθη; πῶς κάτω ῥέω, καὶ ἄνω φέρομαι; πῶς ψυχὴ περιφέρεται, καὶ ζωὴν δίδωσι, καὶ πάθους μεταλαμβάνει; πῶς ὁ νοῦς περιγραπτὸς καὶ ἀόριστος, ἐν ἡμῖν μένων, καὶ πάντα ἐφοδεύων τάχει φορᾶς καὶ ῥεύσεως; πῶς μεταλαμβάνεται λόγῳ καὶ μεταδίδοται, καὶ δι' ἀέρος χωρεῖ, καὶ μετὰ τῶν πραγμάτων εἰσέρχεται ἀπὸ τῶν αἰσθήσεων; Οὐχ ἵνα φάγωμεν καὶ πίωμεν, καὶ περιβαλώμεθα, ἐγεννήθημεν, ἀλλ' ἵνα φύγωμεν κακίαν, ἑλώμεθα δὲ ἀρετὴν, τῆς θείας ἐπιλαβόμενοι φιλοσοφίας. Ὅτι γὰρ οὐχ ἵνα φάγωμεν καὶ πίωμεν, ἐγεννήθημεν, ἀλλ' ἐφ' ἑτέροις πολλῷ μείζοσι καὶ βελτίοσιν, ἄκουσον τοῦ Θεοῦ καὶ τὴν αἰτίαν λέγοντος, ἐφ' ᾗ ἄνθρωπον ἐποίησεν· διαπλάττων γὰρ αὐτὸν, οὕτω πως φησί· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.» Ὅμοιοι δὲ τοῦ Θεοῦ γινόμεθα, οὐκ ἐσθίοντες καὶ πίνοντες καὶ περιβαλλόμενοι· Θεὸς γὰρ οὔτε ἐσθίει, οὔτε πίνει, οὔτε περιβάλλεται· ἀλλὰ δικαιοσύνην ἀσκοῦντες, καὶ φιλανθρωπίαν ἐπιδεικνύμενοι, χρηστοὶ καὶ ἐπιεικεῖς ὄντες, τοὺς πλησίον ἐλεοῦντες, ἅπασαν ἀρετὴν διώκοντες· ἐπεὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν, κοινὸν πρὸς τὴν τῶν ἀλόγων φύσιν 95.1108 ἡμῖν ἐστιν, καὶ οὐδὲ ἐκείνων κατὰ τοῦτο ἀμείνους ἐσμέν. Τί ὠφέλησαν οἱ Ἑλλήνων σοφοὶ, τοὺς λόγους μηχανησάμενοι, καὶ τὸν τοῦ λόγου δοτῆρα μὴ γνωρίσαντες; Τί ὠφέλησεν Πλάτων, τὸ μὲν στόμα πλατύνας, τὴν δὲ ψυχὴν μὴ εὐεργετήσας; Οὐχ οἱ πολλὰ περὶ ψυχῆς διαλαβόμενοι, καθ' ἑαυτοὺς ἀπέψυξαν, τὸν ἐμπνεύσαντα αὐτοῖς τὴν ψυχὴν ἐπιγνῶναι μὴ θελήσαντες; Εἰ γὰρ ἔγνωσαν τὸν ποιητὴν τῶν ἁπάντων, ἐπείσθησαν τῷ Μωσεῖ τῷ θεράποντι λέγοντι· «Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν.» Εἶδες πῶς ἔργον Θεοῦ ὁ ἄνθρωπος, τὸ ἔμψυχον τοῦ Θεοῦ κειμήλιον, ἡ ῥίζα τοῦ λογικοῦ ζώου, ὁ ἐν τῇ πλευρᾷ