προσπεσὸν, μηδέν τι γενναῖον ἢ νεανικὸν ἐργασάμενος. καὶ τὸ πρᾶγμα προπηλακισμὸν καὶ ὕβριν ἄντικρυς ἐλογίζετο, καὶ ὄνειδον ἀνεξάλειπτον, εἰ Νικηφόρος ὢν ὁ Φωκᾶς, 56 καὶ πρώην ἐν στρατηγοῖς τελῶν, καὶ αὖθις ἀναῤῥηθεὶς ∆ομέστικος τῶν σχολῶν, τοτὲ μὲν μυριάδας πόλεις κατέσκαψε καὶ δῃώσας ᾐθάλωσε, τοτὲ δὲ εὐδαίμονας χώρας ἠνδραποδίσατο, καὶ μάχιμα ἔθνη τρεψάμενος ἐκ παρατάξεως ὑπήγετο, μηδὲ ἀντοφθαλμεῖν ἐξισχύσαντα πρὸς τὴν τούτου ἀλκὴν καὶ τὴν ἀκαταγώνιστον ἐν τοῖς ὅπλοις ὁρμήν· τὰ νῦν δὲ, τὴν τῶν Ῥωμαίων ἡγεμονίαν ἀνδρείᾳ ἀγχινοίᾳ παρειληφώς, καὶ στρατὸν εἰς τετταράκοντα μυριάδας ἀριθμούμενον ἐπαγόμενος, ἀπεκρούσθη τὴν ἄλλως σκιαμαχήσας. ἀπεκρούσθη δὲ οὐχὶ Βαβυλῶνος, ἣν ἡ Σεμίραμις ἑπτὰ περιβόλοις ὠχύρωσεν· ἢ τῆς πρεσβυτέρας Ῥώμης, τὸ τῶν Ῥωμαίων σθένος ἥνπερ ἐπολίσατο· ἢ τῶν τῆς Ἰουδαίας τειχῶν, ὧν τὸ ναστὸν ὕψος, ὠσὶν ἀκουόμενον, μῦθος τάχα, τῆς ἀληθείας γεγυμνωμένος, τοῖς οὐχ ἑωρακόσι δοκεῖ· ἀλλὰ Ταρσοῦ, εὐπεριγράπτου πόλεως, ἐφ' ἱππηλάτου πεδίου συνῳκισμένης, τῶν ἐπηλύδων τε καὶ ἰθαγενῶν. ταῦτα δὴ ἀνελίττων καὶ γνωματεύων δυσφορῶν διετέλει, καὶ ἀπαρηγόρητα δυσθυμῶν, εἰ Ταρσεῖς, τῶν προσοίκων αὐτοῖς ἔργον πολέμου γεγενημένων, καὶ δουλείαν ἐλευθερίας ἀλλαξαμένων, ὁπόσοι τὸ τῆς μαχαίρας στόμα διέδρασαν, αὐτοὶ μόνοι τῶν ἄλλων ἀπέλθοιεν, πλατύ που τῆς ἐκείνου ἀνδρείας ἐπικαγχάζοντες, καὶ τῆς πολεμικῆς ἐμπειρίας καταμωμώμενοι. τῷ τοι καὶ τὰ ἐς τὰς μάχας τοὺς περὶ αὑτὸν διεγύμναζεν ἀκριβῶς, καὶ τὴν τοῦ ἔτους ὥραν ἧστο προσεκδεχόμενος. ἦρος δὲ εὐθὺς διαλάμποντος, καὶ τῆς χειμερινῆς δριμύτητος εἰς θερινὴν θάλψιν μετακιρναμένης ἐπιεικῶς, κατὰ τὸ προστεταγμέ 57 νον αἱ δυνάμεις ἐπὶ τὸν αὐτοκράτορα συνηγείροντο. ὁ δὲ ἀραρότως καθοπλίσας τὴν στρατιὰν, συναγομένην ὑπὲρ μυριάδας τὰς τετταράκοντα, τὸ σημεῖον διάρας ἐπῄει τὴν ἐπὶ τῆς Ταρσοῦ. βʹ. Ἐν ᾧ δὲ τὴν πορείαν διήνυε, τῶν ψιλῶν τις στρατιωτῶν, πρὸς τὴν δυσχωρίαν ὀκλάσας (ἔτυχε γὰρ δι' αὐλῶνος τὴν στρατιὰν βαθυτάτου, εἰς ἀποῤῥῶγας καὶ σήραγγας κατακλειομένου, διαπορεύεσθαι), τὸν ὃν ἐπὶ τῶν ὤμων ἔφερε θυρεὸν, κατὰ τὴν ὁδὸν ἀπέῤῥιψεν ἀποφορτισάμενος. ἐπεὶ δὲ παροδεύων ὁ βασιλεὺς τοῦτον τοῖς ὀφθαλμοῖς καθεώρακε, τῶν ἑπομένων τινὶ διᾶραι τὸν θυρεὸν ἐγκελεύεται· ἄρτι δὲ φθάσας πρὸς τὴν καταγωγὴν, ὑπὸ τίνα τῶν λοχαγῶν διηρευνᾶτο ταττόμενος ἂν εἴη ὁ διαμάχης καὶ κινδύνων χωρὶς ἀποφανθεὶς ῥίψασπις καὶ τὸ ἴδιον ὅπλον ἀποβαλών. ἐπεὶ δὲ οὐ διέλαθεν ὁ τοῦτο δεδρακὼς, ἀλλὰ τὴν ταχίστην συνελαμβάνετο, βλοσυρόν τι τούτῳ καὶ λοξὸν ἀντωπήσας ὁ βασιλεὺς καὶ, λέγε μοι, ἔφη, ἀγεννέστατε σὺ, εἴ γε τις ἐπῆλθεν ἐξ ἀπόπτου πολέμου καταδρομὴ, τίνι ἂν ἕρκει πρὸς ἀποτροπὴν ἐχρήσω τῶν δυσμενῶν, τὸν θυρεὸν ἀποβαλὼν παρὰ τὴν ἀταρπιτόν; ὁ δὲ, πεπηγὼς ὑπὸ τοῦ δέους, διέμενεν ἀχανής. ὁ δὲ αὐτοκράτωρ αἰκίαις καταξᾶναι τὸν αὐτοφονευτὴν ἑαυτοῦ τῷ λοχαγῷ ἐγκελεύεται, ἐκτεμόντι τε καὶ τὴν ῥῖνα θεατρίσαι κατὰ τὸ στρατόπεδον. Ἐκεῖνος δὲ, εἴτε οἴκτῳ ληφθεὶς πρὸς τὸν ἄνθρωπον, εἴτε καὶ δώρων ἐπιβολῇ χαυνωθεὶς, ἀσινῆ διαφῆκε τὸν ἄνδρα. τῇ δὲ ὑστεραίᾳ διϊόντα τοῦτον ὁ βασιλεὺς ἑωρακὼς, τὸν λοχαγὸν εἰσκαλεῖ καὶ, ὦ, φησὶν, ἀτέραμνε καὶ 58 θρασυκάρδιε σὺ, πῶς ἔτλης μὴ παραγαγεῖν εἰς ἔργον τὸ κελευσθέν; ἦ δοκεῖς πλεῖον ἐμοῦ τουτουῒ κήδεσθαί σοι τοῦ στρατοῦ; εἰς παιδείαν ἐγὼ τῶν λοιπῶν τὴν τοιαύτην διωρισάμην ἐκτῖσαι ποινὴν τὸν τὸ ἑαυτοῦ ὅπλον ἀποῤῥιψάμενον· ὡς μήτινες τὸ τούτου ἀμελὲς καὶ νωθρὸν μιμησάμενοι ταὐτὸ τοῦτο διαπράξοιντο, κἀν τῷ καιρῷ τῶν ἀγώνων γεγυμνωμένοι τῶν ὅπλων καταλαμβάνοιντο, καὶ οὐκ ἂν φθάνοιεν πρὸς τῶν ἐναντίων ἀναιρούμενοι. σφοδρῶς οὖν αἰκίσας τὸν λοχαγὸν καὶ τῆς ῥινὸς ἀφελόμενος, δέος ἐνῆκε παντὶ τῷ στρατῷ, μηκέτι ἀμελῶς διακεῖσθαι περὶ τὸν οἰκεῖον ὁπλισμόν. γʹ. Ἄρτι δὲ κατὰ