Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
ἐνδοτέρας θύρας, καὶ ποιήσαντες εὐχὴν προσῆψαν τὸ πῦρ, καὶ εὐθέως διέλαβεν πᾶς ὁ ναὸς καὶ ἐκαύθη. Ὅσοι δὲ τῶν στρατιωτῶν καὶ τῶν ξένων ἠδύναντο, διήρπαζον ἐκ τοῦ πυρὸς ἃ ηὕρισκον, εἴτε χρυσὸν εἴτε ἄργυρον ἢ σίδηρον ἢ μόλιβδον.
70 Ἦν δὲ ἀνὴρ τῶν ἐκεῖσε ἐξάρχων τῶν στρατιωτῶν, ὃν τριβοῦνον καλοῦσιν, ἐφιστάμενος τῇ καύσει τοῦ ναοῦ· ἦν δὲ Χριστιανὸς κατὰ τὸ φαινόμενον, κατὰ δὲ τὸ ἄδηλον τοῖς πολλοῖς, ἦν εἰδωλολάτρης. Οὗτος οὖν παριστάμενος καὶ ὁρῶν τήν τε καῦσιν καὶ τὴν διαρπαγὴν τὴν ὑπὸ τῶν στρατιωτῶν ἐπρίετο, καὶ προφάσει τῆς εὐταξίας αὐτῶν ἐμάστιζεν ἀφειδῶς ὃν ηὕρισκεν φέροντά τι τῶν σκύλων. Τούτων γινομένων καὶ καταφθαρέντων τῶν τοίχων ἐκ τοῦ πυρός, ἄφνω ξύλον καιόμενον ἐπιπίπτει τῷ τριβούνῳ καὶ διπλοῦν τὸν θάνατον ἐπάγει αὐτῷ· διαρρῆξαν γὰρ τὴν κεφαλὴν αὐτοῦ, τὸ ὑπόλοιπον σῶμα ἔκαυσεν. Καὶ εὐθέως οἵ τε πιστοὶ στρατιῶται καὶ οἱ τοῦ φιλοχρίστου λαοῦ γνόντες τὰ κατ' αὐτόν, ὅτι ἐπιρρεπὴς ἦν πρὸς τὰ εἴδωλα, ἐδόξασαν τὸν θεὸν καὶ εἶπαν ἐκεῖνον τὸν ψαλμὸν τὸν λέγοντα· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός; Ἀνομίαν ὅλην τὴν ἡμέραν ἐλογίσατο ἡ γλῶσσά σου. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. ∆ιὰ τοῦτο ὁ θεὸς καθέλοι σε εἰς τέλος, ἐκτίλαι σε, καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων» καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Ἐπέμενεν δὲ τὸ ἱερὸν καιόμενον ἐπὶ πλείστας ἡμέρας.
71 Μετὰ δὲ ταῦτα καὶ τῶν οἰκιῶν ἐγένετο ἔρευνα. Πολλὰ γὰρ ὑπῆρχεν εἴδωλα ἐν πλείσταις αὐλαῖς, καὶ τὰ εὑρισκόμενα τὰ μὲν πυρὶ παρεδίδοντο, τὰ δὲ εἰς βόρβορον ἐρρίπτοντο. Εὑρίσκοντο δὲ καὶ βιβλία πεπληρωμένα γοητείας, ἅτινα ἱερὰ αὐτοὶ ἔλεγον, ἐξ ὧν τὰς τελετὰς καὶ τὰ ἄλλα ἀθέμιτα ἐποίουν οἱ τῆς εἰδωλομανίας, καὶ αὐτὰ δὲ ὁμοίως ἴσα τοῖς θεοῖς αὐτῶν ἔπασχον.
72 Προσέτρεχον δὲ πολλοὶ τῇ ἁγίᾳ πίστει, καὶ οἳ μὲν φόβῳ οἳ δὲ καταγινώσκοντες τῆς προτέρας ἑαυτῶν διαγωγῆς, πᾶσι δὲ τὰς θύρας ἤνοιγεν ἡ ἁγία ἐκκλησία· ἐμνημόνευε γὰρ τῆς ἁγίας γραφῆς τῆς λεγούσης· «Τῷ κρούοντι ἀνοιγήσεται καὶ ὁ ζητῶν εὑρίσκει» καὶ πάλιν· «Εἴτε προφάσει εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται». Ἔλεγον δὲ καί τινες τῶν πιστῶν τῷ ὁσίῳ ἐπισκόπῳ ὅτι οὐκ ἔδει δέξασθαι τοὺς διὰ φόβον προσεχομένους, ἀλλὰ τοὺς ἀγαθῇ προαιρέσει.
73 Ὁ δὲ ὅσιος ἐπίσκοπος ἔλεγεν πρὸς τοὺς ταῦτα λέγοντας· Εἰσὶν καὶ περιστατικαὶ ἀρεταὶ συμβαίνουσαι τοῖς ἀνθρώποις· ὥσπερ γὰρ οἰκέτην τις κεκτημένος ἀγνώμονα πρότερον νουθετεῖ αὐτὸν διὰ παντὸς εὐγνωμονῆσαι καὶ ἁπλῇ καρδίᾳ ἐξυπηρετήσασθαι, ἐπὰν δὲ οὐδαμῶς αὐτὸν εὕρῃ πειθόμενον τῇ νουθεσίᾳ, τότε λοιπὸν κατὰ ἀνάγκην τούτῳ ἐπάγει τὸν φόβον καὶ πληγὰς καὶ δεσμὰ καὶ ἄλλα τοιαῦτα, οὐ θέλων αὐτὸν ἀπολέσαι ἀλλὰ σῶσαι καὶ ἐπιγνῶναι τὸ δέον, τοιοῦτον καὶ τὸν θεὸν ὑπολάβετε μακροθυμοῦντα ἐπὶ τῇ ἀγνωμοσύνῃ ἡμῶν, πολλάκις δὲ παραινοῦντα ἡμῖν τὰ συμφέροντα διά τε γραφῶν καὶ ἄλλων ἁγίων ἀνδρῶν, ἡμῶν δὲ μὴ πειθομένων, θέλων ἐν πᾶσιν ὡς ἀγαθὸς καὶ φιλάνθρωπος δεσπότης κτήσασθαι ἡμᾶς καὶ μὴ ἀπώσασθαι, τὸν φόβον αὐτοῦ καὶ τὴν παιδείαν ἐπάγει ἡμῖν, προσκαλούμενος ἡμᾶς μετ' ἀνάγκης ἐπιγνῶναι τὸ δέον. ∆ιὸ λέγει ἡ θεία γραφή· «Ὅταν ἀπέκτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεόν». Καὶ πάλιν λέγει διὰ τοὺς ἀποσκιρτῶντας καὶ δυσαυχενοῦντας ἐκ τοῦ θεοῦ· «Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρὸς σέ». Χρεία οὖν ἐστι, τέκνα μου, τὴν ἀνθρωπότητα ὑπομνῄσκεσθαι διά τε φόβων καὶ ἀπειλῶν καὶ παιδείας. ∆ιὰ τοῦτο πάλιν λέγει· «Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου». Ταῦτα δέ μοι εἴρηται διὰ τοὺς βουλομένους προσελθεῖν τῇ ἁγίᾳ ἡμῶν πίστει. Εἰ γὰρ καὶ διστάζοντες προσέλθωσιν, δύναται καὶ ὁ χρόνος αὐτοὺς μαλάξαι, Χριστοῦ ἐπινεύοντος. Ἵνα δὲ καὶ τὸ ἄλλο ἀπαγγείλω ὑμῖν,