ὡς ἐπιστήμην (ἡ γὰρ ἐπιστήμη μετάβασίς ἐστιν ἐξ ὡρισμένων εἰς ὡρισμένα· διὰ τοῦτο καὶ ἐπιστήμη ὡς ἐπὶ στάσιν ἄγουσα τὸν νοῦν καὶ μὴ ἀοριστίαν)· τὴν τριάδα διὰ τὴν δόξαν ἥτις ὁρμᾷ μὲν ἀπό του, φέρεται δὲ οὐκ εἴς τι, ἀλλ' ἢ ὧδε ἢ ὧδε. φέρει τὰ τέτταρα ταῦτα ἐν τῇ ψυχῇ· μονάδα τὸν νοῦν ὡς ἀμέριστον καὶ διὰ τὰς τῶν νοητῶν ἀντιλήψεις, δυάδα τὴν διάνοιαν ἔχουσαν τὸ ποθέν πῃ, τριάδα τὴν δόξαν ὡς εἴπομεν, τετράδα τὴν αἴσθησιν· τὰ γὰρ αἰσθητὰ ἐκ τεττάρων. καὶ ἡ φαντασία δὲ ἐν τῇ αἰσθήσει. Πλάτων τὴν ψυχὴν ποτὲ ἐκ τοῦ κινητικοῦ ὁρίζεται (ταύτην καὶ λέγει αὐτοκίνητον), ποτὲ ἐκ τοῦ γνωστικοῦ, ὅθεν καὶ Ξενοκράτης ἀριθμόν φησι ταύτην αὐτὸν ἑαυτὸν κινοῦντα, διὰ μὲν τοῦ ἀριθμοῦ τὸ γνωστικὸν δηλώσας (ἀριθμὸν γὰρ οὗτος οὐ τὸν τῶν δακτύλων οἴεται, ἀλλὰ τὰ εἴδη, νοῦν, διάνοιαν, δόξαν, αἴσθησιν), διὰ τῆς κινήσεως τὸ αὐτοκίνητον. οἱ παλαιοὶ κινήσει <κατὰ> τὴν οἰκείαν δόξαν περὶ τῶν ὄντων καὶ τὴν ψυχὴν ὡρίσαντο, οἱ μὲν πῦρ, οἱ δὲ ἐξ ἀτόμων. Ἀριστοτέλης οὐ μόνον οὐ λέγει τὴν ψυχὴν αὐτοκίνητον, ἀλλ' οὐδὲ κίνησιν ὅλως αὐτῇ παραχωρεῖ. «ὅτι ἡ κίνησις ἐνέργεια» φησίν «ἐστὶν ἀτελὴς ἀρχομένη μὲν ἀπὸ τοῦ πράττοντος καὶ λήγουσα εἰς τὸν πάσχοντα τὸν καὶ τελειούμενον· λοιπὸν καὶ ἡ ψυχὴ κινεῖται, ὅτι οὐκ ἔχει τὴν ἐνέργειαν ἀθρόαν». ἄλλως· ἐν οἷς τὸ πρότερον 40 καὶ ὕστερον, <ἐν> τούτοις χρόνος· εἰ χρόνος, κίνησις. εἰ γοῦν ἔστιν ἐν ψυχῇ πρῶτον καὶ ὕστερον (μέτεισι γὰρ ἀπὸ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ ἀγνοίας εἰς γνῶσιν), ἄρα καὶ κινεῖται. Ἀριστοτέλης· «εἰ μερίσομεν τὰ εἴδη τῆς κινήσεως καὶ κατ' αὐτὰ εὕρωμεν μὴ κινεῖσθαι τὴν ψυχήν, ἀκίνητός ἐστιν.» συμφωνεῖ τούτῳ καὶ Πλάτων· οὐ γὰρ κατὰ μίαν τῶν φυσικῶν κινήσεων λέγει τὴν ψυχὴν αὐτοκίνητον. Ἀριστοτέλης· τῶν κινουμένων τὰ μὲν κατ' οὐσίαν ἔχει κίνησιν, τὰ δὲ κατὰ συμβεβηκός· καὶ τούτων τὰ μὲν ἔχει καὶ ἰδίαν κίνησιν, ὡς πλωτὴρ συγκινούμενος τῇ νηὶ ἔχει καὶ οἰκείαν κίνησιν, τὰ δὲ ἀκίνητα ὄντα καθ' αὑτὰ κινεῖ κατὰ συμβεβηκὸς τοῦ σώματος κινουμένου. κατὰ τοῦτο τὸ σημαινόμενον λέγει Ἀριστοτέλης κινεῖν τὴν ψυχὴν τὸ σῶμα, ὡς οἱ ἐρέται συγκινοῦνται τῷ σκάφει. συγκινεῖται οὖν καὶ ἡ ψυχὴ τῷ σώματι, ἀκίνητος καθ' αὑτὴν οὖσα, ἀλλὰ κατὰ συμβεβηκός. τῶν δὲ καθ' αὑτὰ κινουμένων τὰ μὲν συνουσιωμένην ἔχει τὴν κίνησιν καὶ συμπληρωτικὴν τῆς οὐσίας. τὴν δὲ κίνησιν ἐν τῇ φύσει ἔχουσιν ὡς δύνασθαι μετέχειν αὐτῆς ὥσπερ ἡ βῶλος καὶ τὰ ἕτερα μόρια τῶν στοιχείων. Τὸ σῶμα κυρίως μεριστόν. εἰ δὲ καὶ ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον καθ' αὑτὸ μεριστόν, τῷ λόγῳ ἐστίν. εἰ κινεῖται ἡ ψυχὴ καθ' αὑτήν, καὶ μεριστή ἐστιν καὶ σῶμα. Εἰ πᾶν τὸ κινούμενον ἐν τόπῳ κατὰ Ἀριστοτέλην, πῶς ἡ [ἀ]πλανὴς ὅτι κινεῖται μὲν λέγει, μὴ ἐν τόπῳ <δέ>; ἢ μὴ ὅλη, ἀλλὰ τὰ μέρη αὐτῆς, καὶ ὅτι ἐπέκεινα αὐτῆς σῶμα οὐκ ἔστιν ἵνα καὶ τόπος περικοιλαίνηται. Εἰ ἀπὸ ἀγνοίας εἰς γνῶσιν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν μεταβάλλεται ἡ ψυχή, ταῦτα δὲ ἀλλοιώσεις, κινεῖται ἡ ψυχή. οὐκ ἀλλοιώσεις ταῦτα (αἱ γὰρ ἀλλοιώσεις παθητικαὶ καὶ αἰσθηταί), ἀλλ' ἕξεις καὶ στερήσεις αἵ εἰσιν ἐν γενέσει, αἳ καὶ δρῶσι περὶ τὴν οὐσίαν τοῦ ὑποκειμένου, ὡς γὰρ ἡ νόσος καὶ ἡ ὑγεία. ὁ ἑκτικὸς πυρετὸς εἰ συμβεβηκός, πῶς φθείρει τὸ ὑποκείμενον; οὐκ ἔστιν συμβεβηκὸς οὐδὲ ἀλλοίωσις τοῦ ὑποκειμένου, ἀλλὰ παρὰ φύσιν θερμότης διαλυτικὴ τῆς ἁρμονίας τοῦ ζῴου. 41 Ἀπορία· εἰ πᾶν τὸ κατὰ φύσιν κινούμενον καὶ βίᾳ κινεῖται, τάχ' ἂν κινηθείη ἡ ψυχὴ καὶ παρὰ φύσιν. λύσις· ἀλλ' οὐχὶ τὰ κυκλοφορικὰ σώματα, καὶ ὅτι τὰ θεῖα κρείττονος δυνάμεως καὶ κινήσεως. φασί τινες ὡς ὁ θυμὸς καὶ ἡ ἐπιθυμία παρὰ φύσιν κινήσεις, καὶ ἴστωσαν ὡς τῷ παρὰ φύσιν οὐδέποτ' ἄν τις εἰς τὸ κατὰ φύσιν χρήσαιτο, θυμῷ δὲ καὶ ἐπιθυμίᾳ χρώμεθα εἰς τὸ τῆς ψυχῆς ἀγαθόν. Ἀπορία· εἰ κινεῖται ἡ ψυχή, ἢ ἄνω κινηθήσεται καὶ ἔσται πῦρ ἢ ἀήρ, ἢ κάτω καὶ ἔσται γῆ ἢ ὕδωρ. λύσις· οὐκ ἀνάγκη