ἀποξύσαντες ἀφ' ἑαυτῶν κακίαν, ὅθεν ἐλπίδων ἀγαθῶν εἰσὶν ἐμπεπλησμένοι. τούτου δὲ πάλιν γίνωσκε κοιλίαν ὡς πυξίον τῶν ἐναρέτων τὰς ψυχὰς πάντων καὶ τὰς καρδίας, ἐν αἷς ὁ νόμος τοῦ θεοῦ ἐστὶν ἐγγεγραμμένος. οἵτινες ἔχουσιν αὐτῶν τὸν νοῦν καὶ τὰς αἰσθήσεις τῷ βασιλεῖ τῶν οὐρανῶν ἐπαναπαυομένας· ὁ λίθος γὰρ ὁ σάπφειρος τοῦτο σημαίνειν θέλει, ἔστι γὰρ οὐρανοειδὴς μόνος ὁ λίθος οὗτος. κνήμας δὲ τούτου γίνωσκε Πέτρον τὸν κορυφαῖον, ἐν τούτῳ γὰρ ὁ κύριος αὐτοῦ τὴν ἐκκλησίαν οἰκοδομεῖν ὑπέσχετο κἀν τοῖς εὐαγγελίοις. εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός [5, 15]. Εἶδος αὐτοῦ δὲ γίνωσκε, τοῦτ' ἔστι τοῦ νυμφίου, μέγιστον ὄντως καὶ φρικτὸν καὶ πυραυγὲς καὶ θεῖον· ταῦτα γὰρ εἶδος ἐκλεκτὸν σημαίνει τοῦ νυμφίου. φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία [5, 16]. Φάρυγξ αὐτοῦ δὲ πέφυκεν ὁ πρόδρομος ὁ θεῖος, φωνὴ γὰρ οὗτος λέγεται τοῦ λόγου καὶ νυμφίου. Ταῦτα μὲν οὖν λελάληκε τοῖς φύλαξιν ἡ νύμφη, κἀκεῖνοι δ' ἀκριβέστερον αὖθις ἐπερωτῶσιν· ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ [6, 1]. Ὁποδαπὸς ἦν πρότερον οὗτος μεμαθηκότες, νῦν ἐκζητοῦσι τοῦ μαθεῖν καὶ ποῦ ποτε μετέβη· οὐδέπω γὰρ ἐπέγνωσαν τὴν σάρκωσιν τοῦ λόγου, ἣν κατελθὼν ἐξ οὐρανοῦ ἀρρήτως ἐσαρκώθη. ὅτι δ' οὐ πᾶσιν ἔγνωστο, δέσποτα, τοῖς ἀγγέλοις τὸ τῆς ἐνανθρωπήσεως μυστήριον τοῦ λόγου μέχρι τῆς ἀναλήψεως αὐτοῦ πρὸς τὸν πατέρα, ἄκουσον τί φησι ∆αυὶδ ἡ προφητῶν ἀκρότης. τῶν λειτουργούντων τότε γὰρ ταγμάτων τῷ σωτῆρι πρὸς τὴν ἀνάληψιν αὐτοῦ μεγάλως κεκραγότων «ἄρατε πύλας, ἄρατε, ταγμάτων ἀρχηγέται, ὡς εἰσελεύσεται Χριστὸς ὁ βασιλεὺς τῆς δόξης», οἱ μὴ γινώσκοντες, φησί, τὰ τῆς οἰκονομίας ἀντικεκράγασιν αὐτοῖς ὥσπερ ἐπαποροῦντες, «τίς ἐστιν οὗτος» λέγοντες «ὁ βασιλεὺς τῆς δόξης;» Ἀλλ' οὕτω μὲν εἰρήκασιν οἱ φύλακες τῇ νύμφῃ, ἡ δ' ἀπεκρίθη πρὸς αὐτοὺς λέγουσα τοὺς ἀγγέλους· ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος, τοῦ ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα [6, 2]. Ἐκεῖνος κατελήλυθε, φησίν, ἀρρητοτρόπως, ὡς ἐπὶ πόκον ὑετός, ὡς ἐπὶ χλόην δρόσος, ἐν τῇ γαστρὶ τῆς καθαρᾶς καὶ παναμώμου κόρης ὡς εἰς φιάλην καθαρὰν τῶν θείων ἀρωμάτων, ἐξ ἧς ἀρρήτως προελθών, μόνος αὐτὸς ὡς οἶδεν, εἰς τὰς ψυχὰς τῶν καθαρῶν ἀνθρώπων μετερρύη. ταύτας γὰρ ἴσθι, δέσποτα, φιάλας ἀρωμάτων, ὥσπερ καὶ κῆπον γίνωσκε τοῦτον τὸν κόσμον, ἄναξ, ἐν ᾧ κατῆλθεν ὁ Χριστός, καὶ τοὺς πεπιστευκότας ἐποίμανεν ὡς ἀληθῶς τοῖς σεβασμίοις λόγοις· κρίνα γὰρ ταῦτα λέγονται, τὰ λόγια τὰ θεῖα. ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί [6, 3]. Ἀλλ' ἵνα τι, φησίν, ὑμᾶς σαφέστερον διδάξω, ἐκεῖνος ὅμοιος ἐμοὶ τυγχάνει κατὰ πάντα· ἔπλασε γάρ με πρότερον ἐκείνου κατ' εἰκόνα καὶ πάλιν ἀνεκαίνισε δεινῶς με συντριβεῖσαν ὡς τὴν ἐμὴν ἀνειληφὼς μορφὴν ἐκ τῆς παρθένου. Ταῦτα μὲν οὖν λελάληκεν ἡ νύμφη τοῖς ἀγγέλοις. ἀλλ' ὁ φιλανθρωπότατος δεσπότης καὶ νυμφίος, ἰδὼν τυρβάζουσαν αὐτὴν καὶ κατατρυχομένην καὶ μεριμνῶσαν περιττὰ καὶ ψηλαφῶσαν τοῦτον, πάλιν ἐπῄνεσεν αὐτὴν φωνήσας ἀοράτως· καλὴ εἶ, πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλήμ, θάμβος ὡς τεταγμέναι [6, 4]. Καλή, φησί, γεγένησαι καὶ μῶμον οὔκουν ἔχεις, τῇ εὐδοκίᾳ τῇ ἐμῇ καλῶς ὁμοιωθεῖσα· καὶ σὺ γὰρ θέλεις ἅπαντας σωθῆναι τοὺς ἀνθρώπους. καὶ πάλιν Ἱερουσαλὴμ καλῶς ἐξωμοιώθης, ἐν ᾗπερ ἀναπέπαυμαι μετὰ καὶ τοῦ πατρός μου· ὅθεν καὶ θάμβος κέκτησαι καὶ φοβερὰ τυγχάνεις, ὥσπερ αἱ τεταγμέναι μου δυνάμεις τῶν ἀγγέλων. ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με [6, 5]. Ἐμοί, φησί, λελάληκεν, ἐμοὶ σεπτὸς νυμφίος. λοιπὸν καὶ