21
μάλιστα ἐν τῇ παρούσῃ γραφῇ. τὸ δὲ κολαβρισθείησαν ἀντὶ τοῦ· ἐπιτριβείησαν, ἐξευτελισθείησαν· κόλαβρος γὰρ ὁ μικρὸς χοῖρος. οὐκ ἔσται δὲ ὁ ἐξαιρούμενος, ἐκ τῆς συνεχούσης δηλονότι πενίας· ὅμοιον δὲ τῷ οὐκ ἐξαιρούμενος τὸ οὐκ ἐξαιρετοὶ ἔσονται. τὸ δὲ ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχὺς ἀντὶ τοῦ· ἐκροφηθείη, ἐξαφανισθείη. 5, 67 οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ γῆς κόπος οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος, ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ ἀετῶν τὰ ὑψηλὰ πέτονται. ἠρέμα δοκεῖ παραμυθεῖσθαι τὸν Ἰὼβ ἐν τούτοις ἐκ φυσικῆς παραινέσεως. οὐ γὰρ δεῖ σε, φησίν, δυσχεραίνειν ἄνθρωπον ὄντα καὶ πάσ 61 χοντα· οὐ γὰρ ἀναισθήτων τὸ τιμωρεῖσθαι. ἀλλὰ καὶ τὰ πτηνάἀπὸ γὰρ τοῦ ἀετοῦ τὰ πάντα πτηνὰ λέγειἀπονώτερον ἡμῶν καὶ ἀμεριμνότερον ἐκληρώσαντο βίον. 5, 811 οὐ μὴν δέ, ἀλλ' ἐγὼ δεηθήσομαι κυρίου· κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν· τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα. καὶ ταῦτα μέν, φησίν, ὧδε ἐχέτω, ἐγὼ δὲ προσφεύγω θεῷ καὶ πρὸς τὴν αὐτοῦ καταφεύγω βοήθειαν. εἶτα ἐκδιηγεῖται· τοῦ θεοῦ τὴν ὑπεροχήν, πρὸς φόβον ἐνάγων τὸν Ἰὼβ καὶ διὰ τοῦ οἰκείου προσώπου πρὸς μετάνοιαν ἕλκων. 5, 12 διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐτῶν ἀληθές. τὸν μεταστρέφοντα τὰς βουλὰς τῶν μὴ ποιούντων τὸ ἀληθές, τουτέστι τὸν μὴ συγχωροῦντα κατὰ γνώμην τοῖς πανούργοις ἐκβαίνειν τὰ πράγματα, ἀλλὰ ῥᾳδίως, ὅταν ἐθέλῃ, τῶν τοιούτων ἀνατρέποντα τὰς κακοτεχνίας. χεῖρας δὲ τὰς πράξεις φησίν. 5, 13 ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὰς δὲ πολυπλόκων ἐξέστησεν. ὁ καταλαμβάνων ἀντὶ τοῦ· ὁ ἐλέγχων, ὁ τὴν παρὰ ἀνθρώποις σοφίαν μωρίαν ἀποδεικνύς. πολυπλόκων δὲ τῶν σκολιῶν λέγει, οὓς οἱ κυριολεκτοῦντες ἀγκυλογνώμονας καλοῦσιν. τὸ δὲ ἐξέστη 62 σεν ἀντὶ τοῦ· ἠκύρωσεν, ἔξω τοῦ σκοποῦ στῆναι παρεσκεύασεν. 5, 1415 ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί, ἀπόλοιντο δὲ ἐν πολέμῳ. διὰ τῆς ἡμέρας καὶ μεσημβρίας τὴν εὐημερίαν αἰνίττεται, ἵνα εἴπῃ, ὅτι ἐν αὐτῇ τῇ εὐθηνίᾳ καὶ τῇ ἀκμῇ τῆς εὐπραγίας οἱ ἄδικοι καὶ παρ' ἑαυτοῖς σοφοὶ καὶ πανοῦργοι ἀδόκητον ὑπομενοῦσι τῆς εὐθηνίας τὴν μεταβολήν· σκότος γὰρ καὶ νύκτα τὸ δυσπραγεῖν φησιν. τούτοις δὲ συμβαίνει καὶ τὴν ἐκ πολεμίων ὑποστῆναι σφαγήν. 5, 1516 ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. ὁ δὲ κατὰ θεόν, φησίν, ταπεινὸς καὶ οὐδεμίαν δύναμιν περιβεβλημένος ἔχων τὴν εἰς θεὸν ἐλπίδα διαφεύξεται τῶν δυνατῶν τὴν ἐπήρειαν. τῶν δὲ μεγαλορρημόνων καὶ ἀδίκων καὶ μεγαλαύχων ἐμφράττεται στόμα, τουτέστιν· ἡ μεγαλόφρων ἰσχὺς κατασπᾶται. 5, 1718 μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. μακαρισμὸν μὲν καλεῖ τὴν ἐπὶ τῷ σωφρονισμῷ παιδείαν. παραινεῖ δὲ καὶ τῷ Ἰώβ, ὡς διὰ ἁμαρτήματα παιδευομένῳ μὴ δυσχεραίνειν, ἱκετεύειν δὲ θεὸν τὸν καὶ τὴν πληγὴν ἐπαγαγόντα καὶ τὴν ἴασιν ἐπιθεῖναι δυνάμενον. χεῖρας δὲ θεοῦ τὰς δραστηρίους δυνάμεις φησίν. 63 5, 1921 ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. τὸ ἑξάκις ἀντὶ τοῦ πολλάκις φησίν. εἶτα λέγει τὰ ὡς εἰκὸς συμβαίνοντα δυσχερῆ. μετὰ δὲ τὴν τούτων, φησίν, πεῖραν, ἐὰν εὐχάριστος ὀφθῇς ἐν τῷ ἑβδόμῳ, τουτέστι μετὰ τοὺς πολλοὺς πειρασμούς, τελευταῖον θεὸς οὐκέτι συγχωρεῖ σε παθεῖν. χεῖρα δὲ σιδήρου τὴν δραστήριον τοῦ σιδήρου δύναμιν λέγει, ἀντὶ τοῦ· οὐ συγχωρήσει σε ἐν πολέμῳ πεσεῖν. ἀλλὰ καὶ ἀπὸ γλώσσης πονηρᾶς καὶ συκοφαντεῖν ἐπισταμένης ἀποκρύψει σε· μάστιγα γὰρ γλώσσης τὴν πονηρίαν καὶ συκοφαντίαν