προεύξομαί φησι τῷ πνεύματι, προεύ ξομαι δὲ καὶ τῷ νοΐ. 49 viii 31, 32 τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ χαρίσεται ἡμῖν τὰ πάντα; ὥσπερ ἀνακ<ε>φαλαιούμενος τὰ προειρημένα καὶ ἐπ' ἐκεῖνα ἀναφέρων ταῦτά φησιν, οὐ παρὰ τὸ ἐναργὲς λέγων. ἑώρα γὰρ κατὰ τὸ καὶ ἔεθε μ(ι)ούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὡς πολλοὶ καθ' ἡμῶν, καὶ οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ τὰ πρὸς ἃ ἡ πάλη, ἀρχαὶ καὶ ἐξουίαι καὶ κομοκράτορε τοῦ κότου τούτου καὶ τὰ πνευματικὰ τῆ πονηρία ἐν τοῖ ἐπουρανίοι καὶ αὐτὸς ὅλος ὁ πλεονεκτεῖν ἡμᾶς θέλων Σατανᾶ· μὴ παρὰ τὸ ἐναργὲς δὲ λέγων τὸ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, εὐτελὴς καὶ οὐδενὸς λόγου ἄξιός ἐστιν καὶ οὐδὲν δυνάμενος ἕκαστος τῶν καθ' ἡμῶν· μὴ οὖν εὐλαβεῖσθε μηδὲ ταράσσεσθε· εἰ μὲν γὰρ μόνοι ἦτε καὶ μὴ μετὰ θεοῦ πρὸς τοιούτους ἀνθιστάμενοι, κἂν εὔλογόν τι ἔχειν ἐδοκεῖτε φοβεῖσθαι ἡμᾶς· νυνὶ δὲ θεοῦ ὄντος ὑπὲρ ἡμῶν, εἰς τίνα μετρηθήσεται τὰ τοσαῦτα καθ' ἡμῶν ἢ εἰς οὐδέν; 50 viii 33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν· τίς ὁ κατα κρίνων; δοκεῖ μοι τοῦτο ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν οἷς ἐγκαλέσει· οὐδεὶς γάρ ἐστιν οὗ ἐκεῖνος μὴ κατηγορήσει καὶ ᾧ οὐκ ἐγκαλέσει, εἰ μὴ μόνος Ἰησοῦς, ὃ ἁμαρτίαν οὐκ ἐποίηεν, καὶ διὰ τοῦτο λέγων νῦν ἔρχεται ὁ ἄρχων τοῦ κόμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν θεοῦ· τοῦ γὰρ θεοῦ δικαιοῦντος τίς κατακρίναι δύναται, κἂν ὁ κατήγορος φέρει εἰς μέσον τὰ ἀπηλιμμένα ἐφ' οἷς κατεκρίθησαν εἰ μὴ ἀπήλιπτο; ἐδικαίωσεν δὲ αὐτοὺς ὡ νεφέλην ἀπαλείψα τὰ ἀνομία αὐτῶν καὶ ὡ γνόφον τὰ ἁμαρτία αὐτῶν καὶ λευκάνα τοὺς πρότερον ἡμαρτηκότας ὡ xiόνα. 51 viii 37 ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. νικᾷ μὲν ὁ μετὰ ἀμφηρίστου ἀγῶνος τοὺς ἐν τοῖς ἀγωνιζομένοις περὶ νίκης περιγενόμενος τοῦ ἀνταγωνιστοῦ· ὑπερνικᾷ δὲ ὁ μηδὲ τὴν ἀρχὴν ἐπιτρέψας στῆναι πρὸς αὐτὸν τῷ ἐναντιουμένῳ. τοιοῦτος ὁ Παῦλος καὶ οἱ τὴν ὁμοίαν αὐτῷ παρασκευὴν πρὸς τοὺς πειρασμοὺς ἀνειληφότες, τὸ θλίβον καταπατοῦντες καὶ ἐντρυφῶντες τῷ τενοχωροῦντι καὶ τὸ διῶκον τῇ ὑπομονῇ διώκοντες, καὶ τὸν λιμὸν διὰ τὴν οὐράνιον τροφὴν γελῶντες, καὶ τὴν γυμνότητα ἐν οὐδενὶ τιθέμενοι δι' ὃν ἐνδέδυνται Χριστόν, καὶ τὸν κίνδυνον ὡς οὐ κινδυνεύοντες καταπατοῦντες, καὶ τὴν μάχαιραν διὰ τὸν ζῶντα τοῦ θεοῦ λόγον οὐδὲν χαλεπὸν ἐργάσασθαι αὐτοὺς πειθόμενοι. 52 viii 38, 39 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ὅρα εἰ μὴ εὐλόγως τὸ μὲν πέπεισμαι ὅτι οὐ δύναται ἡμᾶς χωρίσαι τάδε τινὰ ἔταξεν ἐπὶ τῶν μειζόνων ἢ κατὰ ἄνθρωπον πειραμῶν, τὸ δὲ τί ἡμᾶ χωρίει ἐξευτελίζων τοὺς ἀνθρωπίνου ἐπὶ τῶν ἐλαττόνων γυμνασίων τῆς ἀνθρωπίνης ψυχῆς· καὶ ἐὰν ὑπερνικῶμεν δὲ τὰ πρότερα καὶ ἀνθρώπινα, οὐ χωρὶς συμπνοίας καὶ ἐνεργείας κρείττονος αὐτῶν περιεσόμεθα· διὸ καλῶς ὁ Παῦλος προσέθηκεν τὸ διὰ τοῦ ἀγαπήαντο ἡμᾶ. πρόσχες δὲ εἰ θάνατος μὲν παλαίει βουλόμενος χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ οὐχ ὁ κοινὸς περὶ οὗ ἀνωτέρω εἴρηται τὸ ἕνεκέν ου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἀλλ' ὁ ἐχθρὸ Χριστοῦ καὶ ἔχατο καταργηθηόμενο· βουλήσεται μὲν γὰρ οὗτος χωρίσαι, φέρε εἰπεῖν, Παῦλον, οὐ δυνήσεται δὲ καταργούμενο ὑπὸ τοῦ ἐν αὐτῷ Χριστοῦ· ζωὴ δὲ οὐχ <ἡ> τῷ θανάτῳ τούτῳ ἐναντία, τὰ γὰρ ἀλλήλοις ἐναντία οὐ πέφυκεν ἓν καὶ ταὐτὸν βούλεσθαι, ἀλλὰ ἡ καθ' ἣν ζῇ τις τῇ ἁμαρτίᾳ καὶ τοῖς εἴδεσιν αὐτῆς καὶ τῷ ψεύδει· εἰ δὲ καὶ καθ' ἕκαστον εἶδος ἁμαρτία ἔστι τις φαύλῃ ζωῇ, ἐπιστήσεις διὰ τὸ κρεῖττον τὸ ἔλεό ου ὑπὲρ ζωά· αὕτη γὰρ βουλήσεται μὲν χωρίσαι τὸν ἐν τῇ ἀγάπῃ τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ, οὐ δύναται δέ, καταργουμένη πῇ μὲν ὑπὸ τοῦ θανάτου