προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
τῶν θρεμμάτων 〚ἃ ἦν τοῦ Ἰακώβ· θρεμμάτων〛 πρὸς ἀλληγορίαν λαμβανομένων τῶν τὸ εὐσταθὲς καὶ πρᾶον ἄνευ λόγου ἐχόντων, ἃ καὶ κυρίως ἀγέλας καὶ πρόβατα τοῦ Ἰακὼβ εἶναι ῥητέον. 56 Τοῦ νόμου τοίνυν τοῦ διὰ Μωϋσέως τοῦ ὕδατος ὄντος, πῶς εἶπεν Ἰησοῦς διψᾶν πάλιν τὸν πίνοντα ἀπ' αὐτοῦ; καὶ λεκτέον γε ὅτι ὁ νόμος τοῖς ἀνθρώποις δέδοται, οὐκ ἐπὶ τῷ ἀεὶ κατ' αὐτὸν βιοῦν, ἀλλὰ μέχρι καιροῦ τινός, ὡς τὴν πόσιν τοῦ ἑρμηνευομένου φρέατος διαρκεῖν μέχρι ἀναδείξεως μείζονος ὕδατος. τὰ γὰρ παραγγέλματα τοῦ νόμου μέχρι καιροῦ διορθώσεως ἔκειτο. διὸ ὁ πίνων ἐκ τοῦ ὕδατος τοῦ νομικοῦ διψήσει πάλιν, ὄρεξιν ἔχων τοῦ εὐαγγελικοῦ πό
ματος. 〚εἰς τοῦτο λήψει τὸ ἐν Ἡσαίᾳ λεχθέν· «Τοῦτο πρῶτον πίε, «ταχὺ ποίει». εἰ γὰρ μὴ ἦν καὶ μετ' ἐκεῖνο πιεῖν, οὐκ ἂν ἐλέγετο· «Τοῦτο πρῶτον πίε». καὶ ἐπεὶ διαδέχεται τὸν νόμον τὸ εὐαγγέλιον, ὁ πίνων τὴν νομικὴν διδασκαλίαν διψήσει
πάλιν ἐπὶ τῷ καὶ τὴν εὐαγγελικὴν πιεῖν.〛 τὸ δὲ εὐαγγέλιον ἐπεὶ ἀδιάδοχόν ἐστιν, ὁ πίνων ἐξ αὐτοῦ οὐ διψήσει εἰς τὸν αἰῶνα. 〚»Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρ «ελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν» εἶπεν ὁ Ἰησοῦς.〛 τὸν γὰρ πίνοντα τοῦτο τὸ ὕδωρ φησὶν ἐν ἑαυτῷ κτᾶσθαι πηγήν, οὐ τοῦ τυχόντος ὕδατος ἀλλὰ τοῦ εἰς ζωὴν αἰώνιον ἁλλομένου. ὅπερ ἁλ λόμενον εἰς ζωὴν ὕδωρ μετεωρίζει καὶ πρὸς ζωὴν ἀναβιβάζει τὸν ἔχοντα αὐτό, οἷα πηγὴν ἐν ἑαυτῷ. 57 Εἰπούσης τῆς γυναικὸς τὸ παρὰ Ἰησοῦ θέλειν λαβεῖν ὕδωρ, ἐπὶ τῷ στῆσαι τὸ δίψος, ἔχουσα αὐτὸ πηγὴν ἐν ἑαυτῇ, ἔδειξεν αὐτὸ θέ λειν. διὰ γὰρ ταύτης τῆς λέξεως ὡμολόγησε πολὺν κάματον εἶναι
τῆς ἀντλείας τοῦ προτέρου ὕδατος, 〚ἀληθεύουσα κατ' αὐτό〛· καὶ γὰρ πολὺν ἔχει κάματον ἡ πρὸς τὸ γράμμα τήρησις τοῦ νόμου. ὁ δὲ σωτὴρ εἰκότως πρὸς αὐτήν· Ἐπεὶ ἀκμὴν περιέχει ᾧ ἀνέθηκας σεαυτὴν νόμῳ ὡς ἀνδρὶ αὐτῷ συνοῦσα, ἀπιοῦσα κάλεσον αὐτὸν ἐπὶ τὸ συμ βαλεῖν τὰ ἐν αὐτῷ γεγραμμένα τοῖς ὑπ' ἐμοῦ λεγομένοις καὶ πρατ τομένοις. οὕτω γὰρ εὑρεῖν δυνήσῃ ὡς ὁ πίνων ἐκ τοῦ προτέρου ὕδατος ἕτερον προσδοκήσει, ὅτι διψήσει πάλιν. τῆς δὲ ἀρνησαμένης μὴ ἔχειν ἄνδρα, ὁ σωτήρ, ἠρέμα τὴν Σαμαρειτικὴν αὐτῆς γνώμην ἐλέγχων, φησίν· «Καλῶς λέγεις ἄνδρα μὴ ἔχειν». οὐ γὰρ ἐξ ὁλοκλή ρου συγκατέθου πάσῃ τῇ παλαιᾷ διαθήκῃ, ἥτις ἐστὶν ὁ νόμος, περὶ οὗ γέγραπται· «Τέλος νόμου Χριστὸς εἰς δικαιοσύνην». τοῦτον δὲ τὸν ἄνδρα μὴ ἔχουσα πέντε ἔσχες, τοῖς αἰσθητοῖς μόνοις συγκαταθεμένη τῆς γραφῆς. εἰ γὰρ πάσῃ τῇ παλαιᾷ συνεβίους, γνωρίζειν ἠδύνω τὸν προσδοκώμενον μετὰ νόμον καὶ προφήτας θεὸν λόγον. τὸ «Πέντε γὰρ «ἄνδρας ἔσχες» ἀνακτέον ἐπὶ τὰ πέντε Μωσέως βιβλία. μόνα γὰρ ταῦτα οἱ Σαμαρεῖται δέχονται. τίς δὲ καὶ ὃν ἔχει παρὰ τοὺς πέντε ἄνδρας ἕκτος, ὅστις οὐδὲ ἀνὴρ αὐτῆς τυγχάνει; λεκτέον τὸν περὶ τοῦ εἶναι προφήτην λόγον. ἤδη γὰρ συγκατετέθειτο τούτῳ, ἀναγκαζομένη ἐκ τῶν λεγομένων, ἀλλ' οὐ κατ' ἀληθῆ συγκατάθεσιν. διὸ ἁρμοδίως εἴρηται καὶ τὸ «Καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ»· οὐ γὰρ γνη σίως αὐτῷ προσελήλυθας. ἐπειδὴ δὲ καὶ τὰ αἰσθητὰ οἱ πέντε ἄν δρες αὐτῆς ἐλέγοντο εἶναι, μεθ' ἃ συγκατέθετο οὐκ ἠκριβωμένως νοητῷ τινὶ λόγῳ ἐκ τῆς Ἰησοῦ παιδεύσεως, εὐθυβολώτατα εἴρηται· Καὶ ὃν νῦν δοκεῖς ἔχειν
πνευματικὸν λόγον, οὐκ ἀνήρ σού ἐστιν. 58 〚Ὅταν ἀκούσῃς ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν, περὶ τοῦ ταῦτα λέγοντος ἄκουε τὰ εἰρημένα. αὐτὸς γὰρ ἦν ἡ τῶν
ἐθνῶν προσδοκία, ὁ γεννώμενος ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα.〛 59 Τὸ «Μήτις ἤνεγκεν αὐτῷ φαγεῖν;» δηλοῖ ὅτι τὰς διακονίας τῶν προσφερόντων ἐδέχετο, καίτοι δυνατὸς ὢν τρέφειν καὶ μὴ τρέφεσθαι. ἐνεργείας δὲ μεγίστης τὸ τρέφειν Χριστόν, ἧς οὐκ ἐφθόνει τοῖς βου λομένοις· διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν. νομομαθεῖς δὲ