τὰ ἔμπροσθεν, τὴν πᾶσαν νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς νοουμένην ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου τῶν ἐγνωκότων συναισθήσει τῇ περὶ ἑαυτοῦ ἀναφαινομένην. ἔτι προσθήσω εἰς τὴν τούτου ἀπόδειξιν ῥητὸν ἀποστολικὸν μὴ νενοημένον ὑπὸ τῶν Μαρκίωνος, καὶ διὰ τοῦτο ἀθετούν των τὰ εὐαγγέλια· τὸ γὰρ τὸν ἀπόστολον λέγειν· Κατὰ τὸ εὐαγγέλιόν μου ἐν Χριστῷ Ἰησοῦ, καὶ μὴ φάσκειν εὐαγ γέλια, ἐκεῖνοι ἐφιστάντες φασὶν οὐκ ἂν πλειόνων ὄντων εὐαγγελίων τὸν ἀπόστολον ἑνικῶς τὸ εὐαγγέλιον εἰρηκέναι, οὐ συνιέντες ὅτι, ὡς εἷς ἐστὶν ὃν εὐαγγελίζονται πλείονες, οὕτως ἕν ἐστι τῇ δυνάμει τὸ ὑπὸ τῶν πολλῶν εὐαγγέλιον ἀναγεγραμμένον, καὶ τὸ ἀληθῶς διὰ τεσσάρων ἕν ἐστιν εὐαγγέλιον. 5.7 Εἰ τοίνυν ταῦτα ἡμᾶς πεῖσαι δύναται τί ποτέ ἐστι τὸ ἓν βιβλίον καὶ τί τὰ πολλὰ, νῦν μᾶλλον φροντίζω οὐ διὰ τὸ πλῆθος τῶν γραφομένων ἀλλὰ διὰ τὴν δύναμιν τῶν νοουμένων, μήποτε περιπέσω τῷ παραβαίνειν τὴν ἐντολὴν, ἐάν τι παρὰ τὴν ἀλήθειαν ὡς ἀλήθειαν ἐκθῶμαι, κἂν ἐν ἑνὶ τῶν γραφομένων· ἐκεῖ γὰρ ἔσομαι γράψας βιβλία πολλά. καὶ νῦν δὲ προφάσει γνώσεως ἐπανισταμένων τῶν ἑτερο δόξων τῇ ἁγίᾳ τοῦ χριστοῦ ἐκκλησίᾳ, καὶ πολυβίβλους συντάξεις φερόντων ἐπαγγελλομένας διήγησιν τῶν τε εὐαγγελικῶν καὶ ἀποστολικῶν λέξεων, ἐὰν σιωπήσωμεν μὴ ἀντιπαρατιθέντες αὐτοῖς τὰ ἀληθῆ καὶ ὑγιῆ δόγματα, ἐπι κρατήσουσι τῶν λίχνων ψυχῶν, ἀπορίᾳ τροφῆς σωτηρίου ἐπὶ τὰ ἀπηγορευμένα σπευδουσῶν καὶ ἀληθῶς ἀκάθαρτα καὶ βδελυκτὰ βρώματα. διόπερ ἀναγκαῖόν μοι δοκεῖ εἶναι, τὸν δυνάμενον πρεσβεύειν ὑπὲρ τοῦ ἐκκλησιαστικοῦ λόγου ἀπαραχαράκτως καὶ ἐλέγχειν τοὺς τὴν ψευδώνυμον γνῶσιν μεταχειριζομένους, ἵστασθαι κατὰ τῶν αἱρετικῶν ἀναπλα σμάτων, ἀντιπαραβάλλοντα τὸ ὕψος τοῦ εὐαγγελικοῦ κηρύγματος, πεπληρωμένον συμφωνίας δογμάτων κοινῶν τῇ καλουμένῃ παλαιᾷ πρὸς τὴν ὀνομαζομένην καινὴν διαθήκην. αὐτὸς γοῦν ἀπορίᾳ τῶν πρεσβευόντων τὰ κρείττονα, μὴ φέρων τὴν ἄλογον καὶ ἰδιωτικὴν πίστιν, διὰ τὴν πρὸς Ἰησοῦν ἀγάπην ἐπιδεδώκεις ποτὲ σαυτὸν λόγοις, ὧν ὕστε ρον τῇ δεδομένῃ σοι συνέσει καταχρησάμενος εἰς δέον καταγνοὺς ἀπέστης. ταῦτα δέ φημι κατὰ τὸ φαινόμενόν μοι ἀπολογούμενος περὶ τῶν δυναμένων λέγειν καὶ γράφειν, περὶ δὲ ἐμαυτοῦ ἀπολογούμενος, μὴ ἄρα οὐ τοιαύτης ὢν ἕξεως ὁποίαν ἐχρῆν τὸν παρὰ θεοῦ ἱκανούμενον διάκονον τῆς καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τολ μηρότερον ἐμαυτὸν τῷ ὑπαγορεύειν ἐπιδίδωμι. 6.1n Ὅτι ἓν ὄργανον θεοῦ τέλειον καὶ ἡρμομένον πᾶα ἡ θεία γραφή. ἐκ τοῦ βʹ τόμου τῶν εἰ τὸ κατὰ Ματθαῖον, εἰ τό· Μακάριοι οἱ εἰρηνοποιοί. Τούτῳ δὲ τῷ ἑκατέρως εἰρηνοποιῷ οὐδὲν ἐν τοῖς θείοις λογίοις ἔτι ἐστὶ σκολιὸν οὐδὲ στραγγαλῶδες, πάντα γὰρ ἐνώπια τοῖς νοοῦσι· καὶ ἐπεὶ μηδέν ἐστι τοιούτῳ σκολιὸν μηδὲ στραγγαλῶδες, διὰ τοῦτο πλῆθος εἰρήνης βλέπει ἐν ὅλαις ταῖς γραφαῖς, καὶ ταῖς δοκούσαις περιέχειν μάχην καὶ ἐναντιώματα πρὸς ἀλλήλας. γίνεται δὲ καὶ τρίτος εἰρηνοποιὸς, ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν γραφῶν ἀποδεικνὺς εἶναι οὐ μάχην, καὶ παριστὰς τὴν συμφωνίαν καὶ τὴν εἰρήνην τούτων, ἤτοι παλαιῶν πρὸς καινὰς, ἢ νομικῶν πρὸς προφητικὰς, ἢ εὐαγγελικῶν πρὸς εὐαγγελικὰς, ἢ εὐαγγελικῶν πρὸς ἀποστολικὰς, ἢ ἀποστολικῶν πρὸς ἀπο στολικάς. καὶ γὰρ πᾶσαί εἰσι κατὰ τὸν Ἐκκλησιαστὴν αἱ γραφαὶ λόγοι σοφῶν ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πεφυ τευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς, καὶ οὐδὲν περισσὸν ἐξ αὐτῶν. εἷς δὲ ποιμὴν τῶν λογικῶν ὁ λόγος, δόξαν μὲν ἐχόντων διαφωνίας τοῖς μὴ ἔχουσιν ὦτα εἰς τὸ ἀκούειν, τὸ δὲ ἀληθὲς συμφωνότητα. 6.2 Ὡς γὰρ αἱ διάφοροι τοῦ ψαλτηρίου ἢ τῆς κιθάρας χορδαὶ, ὧν ἑκάστη ἴδιόν τινα φθόγγον καὶ δοκοῦντα μὴ ὅμοιον εἶναι τῷ τῆς ἑτέρας ἀποτελεῖ, νομίζονται τῷ ἀμούσῳ καὶ μὴ ἐπισταμένῳ λόγον μουσικῆς συμφωνίας διὰ τὴν ἀνομοιότητα τῶν φθόγγων ἀσύμφωνοι τυγχάνειν· οὕτως οἱ μὴ ἐπιστάμενοι ἀκούειν τῆς τοῦ θεοῦ ἐν ταῖς ἱεραῖς γραφαῖς ἁρμονίας οἴονται ἀνάρμοστον εἶναι τῇ καινῇ τὴν παλαιὰν, ἢ τῷ νόμῳ τοὺς προφήτας, ἢ τὰ εὐαγγέλια ἀλλήλοις, ἢ τὸν ἀπόστολον