Εὐδοξίου τῇ ἀξιώσει, ὑπισχνεῖται καὶ ὁ Εὐζώϊος τὴν πρᾶξιν. 7.6 Ὅτι, ἐν Κωνσταντινουπόλει διατρίβοντος τοῦ Ἀετίου καὶ Εὐνομίου, παραγίνεται Λεόντιος ὁ τῆς Τριπόλεως πρὸς αὐτοὺς καὶ Θεόδουλος ἀπὸ Χαιρατόπων οἵ τε ἀμφὶ τὸν Σέρραν καὶ Θεόφιλον καὶ Ἡλιόδωρον ἐξ ἑκατέρας Λιβύης, καὶ ὅσοις ἄλλοις γε ἡ αὐτὴ συνήρεσκε δόξα, οἳ μήτε τῇ τοῦ Ἀετίου καταδίκῃ μήτε τῷ τόμῳ τῶν Ἑσπερίων ὑπογράψαι ἠνέσχοντο. καὶ συναθροισθέντες χειροτονοῦσι τὸν Ἀέτιον· καὶ ἦν αὐτοῖς αὐτός τε καὶ Εὐνόμιος ἅπαντα. ἐχειροτόνουν δὲ καὶ ἑτέρους ἐπισκόπους, οὐδὲν τέως τοῦ Εὐδοξίου δυσχεραίνοντος, ἀλλὰ καὶ ψήφους πολλάκις ὑπὲρ τῶν μελλόντων χειροτονεῖσθαι τοῖς περὶ Ἀέτιον προκομίζοντος. ἐν τούτῳ δὲ καὶ Εὐζώϊος, εἰς ἐννέα τὸν ἀριθμὸν ἀθροισάμενος σύνοδον, τὰς κατὰ Ἀετίου γεγενημένας πάλαι πράξεις διελύσατο. ἔλυσε δὲ καὶ τὴν τοῦ ἑξαμήνου προθεσμίαν μεθ' ἣν τοῖς περὶ Σέρραν, εἰ μὴ τῇ τοῦ Ἀετίου καθαιρέσει καὶ τῷ ἑσπερίῳ τόμῳ ὑπογράψαιεν, τῆς ἱερωσύνης ἀφαίρεσις ἡ ζημία διωρίζετο. ἑκατέρας δὲ τῶν εἰρημένων προελθούσης πράξεως, τοὺς τόμους ἀποστέλλειν τοῖς περὶ Εὐδόξιον παρεσκευάζοντο. ἀλλ' ὁ κατὰ τῶν Χριστιανῶν ἀνυπόστατος διωγμὸς τὴν ὁρμὴν περιέκοψεν. 7.7 Ὅτι τὸν Οὐαλεντινιανὸν ὁ ἀποστάτης, τάγματος ἐπάρχοντα στρατιωτικοῦ (κόμης γὰρ ἐχρημάτιζεν τῶν λεγομένων κουρνούτων), ἐπεὶ πάντα πράττων οὐδαμῶς αὐτὸν ἴσχυσε τῆς εὐσεβείας μεταστῆσαι, παραλύσας τοῦ ἀξιώματος εἰς Θήβας τὰς Αἰγυπτίας φυγαδεύει. τοῦτόν φασι, ἡνίκα Κωνστάντιος ἐβασίλευσεν, ἰδεῖν τινα τῶν λεγομένων σιλεντιαρίων πυρὸς φλόγα τοῦ στόματος ἀφιέντα· ἰδεῖν δὲ κατὰ τὸ δειλινόν, ἡνίκα μετὰ τροφὴν τὸν ὕπνον αἱρούμεθα, καὶ ταῦτα σημῆναι Κωνσταντίῳ. καὶ γὰρ ἐκείνου πέμψαντος αὐτὸν διά τινα χρείαν μετακαλέσασθαι τὸν Οὐαλεντινιανόν, περιτυχεῖν τῷ θεάματι. ὁ δὲ Κωνστάντιος τῇ ἀγγελίᾳ εἰς ὑπόνοιαν μὲν καὶ δέος κατέστη, οὐ μήν γέ τι παρελύπησε τὸν ἄνδρα· παραμυθούμενος δὲ τὸ οἰκεῖον δέος, περὶ τὰ φρούρια τῆς Μεσοποταμίας ἐκπέμπει φύλακα τῶν ἐκεῖσε τόπων ἐσόμενον καὶ τὰς τῶν Περσῶν ἐπιδρομὰς ἀναστέλλοντα. 7.8 Ὅτι τὰ περὶ τοῦ μάρτυρος Βαβύλα, ὅσα τε Ἰουλιανὸς εἰς τὸ μαρτυρικὸν ἐκεῖνο σῶμα παρῴνησεν, ὅσα τε εἰπεῖν ἐξεβιάσθη τὰ δαιμόνια, καὶ ὅπως κεραυνῷ τὸ τοῦ Ἀπόλλωνος αὐτῷ καθιδρύματι ἀπετεφρώθη τέμενος, καὶ ὅσα ἄλλα κατὰ ἀνθρώπους τε καὶ ὑπὲρ ἀνθρώπους παρεδοξοποιήθη, οὐκ ἐπὶ μέγα παραλλάττοντα τοῖς ἄλλοις οὗτος ἱστορεῖ. λέγει δὲ μαρτυρῆσαι τὸν ἱερὸν Βαβύλαν σὺν τρισὶ παισὶ κομιδῇ μὲν νέοις, τὸ γένος δ' ἀδελφοῖς· τὸ δὲ μαρτύριον ἀπ' ἀρχῆς τοιαύτης προβῆναι. ἐπίσκοπος ἦν τῆς Ἀντιοχείας ὁ Βαβύλας. Νουμεριανῷ δὲ τῷ Ῥωμαίων βασιλεῖ ἤ, ὡς ἔνιοι, ∆εκίῳ φασὶ κατὰ δή τινα δαίμονα γνώμην ἐμπεσεῖν πληθυούσης τῆς ἐκκλησίας εἰσελθεῖν ἐν αὐτῇ. τὸν δέ γε τοῦ θεοῦ ἀρχιερέα κατὰ τὰ προπύλαια στάντα τοῦ νεώ, τὴν εἴσοδον ἀποτειχίζειν, φάσκοντα, ὅσα γε δυνατὸς εἴη, μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ παρεισδυόμενον. καὶ τὸν μὲν αὐτίκα τῆς ὁρμῆς ἀνακρουσθῆναι, εἴτε στάσιν ὑπειδόμενον, εἴτε καὶ ἄλλως μεταβουλευσάμενον· τὸν ἐπίσκοπον πρῶτα μὲν τῆς τόλμης αἰτιᾶσθαι, ἔπειτα δὲ κελεύειν τὸν ὅσιον τοῖς δαίμοσι θύειν, μόνην γὰρ εἶναι τὴν ἐξοσίωσιν ταύτην λύσιν τε τοῦ ἐγκλήματος καὶ τῆς μετὰ ταῦτα τιμῆς τε καὶ δόξης πρόξενον. τὸν δέ, γενναίως πρὸς ἕκαστον τῶν προτεινομένων ἀντιταξάμενον, τὸν μαρτυρικὸν ἀναδήσασθαι στέφανον. 7.9 Ὅτι τοὺς τοῦ σωτῆρος χρησμούς, οἳ τὴν Ἱερουσαλὴμ ἀνατετράφθαι λέγουσιν ὥστε μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι, τούτους ὁ ἀποστάτης εἰς ψεῦδος ἐλέγχειν διανοηθείς, οὐ μόνον οὐδὲν ἤνυσεν ὧν ἐσπούδασεν, ἀλλὰ τὸ ἐν τοῖς χρησμοῖς, εἰ καὶ ἄκων, ἐβεβαίωσεν ἀμετάπτωτον. ὁ μὲν γὰρ τοὺς πανταχῆ συναγείρας Ἰουδαίους καὶ οἴκοθεν χρήματα καὶ δύναμιν ἄλλην παρασχών, ἀνακαινίζειν ἐπέτρεπεν τὸ ἱερόν. δείματα δὲ θεήλατα γεγονότα, διήγησιν ὑπερβαίνοντα, οὐ μόνον ἔσβεσαν αὐτῶν τὴν προθυμίαν, ἀλλὰ καὶ αὐτὸν καὶ τοὺς Ἰουδαίους εἰς ἐσχάτην ἀμηχανίαν καὶ αἰσχύνην κατεστρέψαντο. τοῦτο μὲν γὰρ πῦρ ἐπενέμετο τοὺς ἐργάζεσθαι τολμῶντας, τοῦτο δὲ