ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία, ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς, διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης. Rο+m7,12 Ἅγιος ὁ νόμος, ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτόν· δίκαιος, ὅτι τοῖς μὲν κατορθοῦσιν ἠμείβετο δωρεαῖς, τοῖς δὲ παραβαίνουσιν ἐπετίθει τὰς τιμωρίας· ἀγαθός, ὅτι οὐχ ἡδόμενος ταῖς 505 τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκόλαζεν, ἀλλὰ τῆς αὐτῶν ἕνεκα σωτηρίας καὶ ὠφελείας καὶ βελτιώσεως, καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μεγάλα ἐχαρίζετο, καὶ ἁμαρτάνοντας περιεῖπε, καὶ οὐ κατ' ἀξίαν τῶν πλημμελημάτων ἐκόλαζεν. αὐτὸς δὲ τέως ταῦτα παραδραμὼν ἐκ τούτων συμπεραίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἤτοι τὴν ἐντολήν· ἐξ ἑνὸς μὲν ὅτι ἐδίδαξέ με γνωρίσαι τὴν ἁμαρτίαν καὶ ἐπέταξε φυγεῖν αὐτήν, ἐξ ἑτέρου δὲ ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν εἰς γὰρ ζωὴν ἐμοὶ καὶ σωτηρίαν ταῦτα ἐποίησεν . ἅγιος οὖν, ὅτι ἐδίδαξε καὶ φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας αὐτῆς ἐπέταξεν· δίκαιος, ὅτι διδάξας οὕτω τὴν τιμωρίαν τοὺς μὴ φυλάξαντας ἀπαιτεῖ· ἀγαθὸς δὲ πάλιν, ὅτι ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει. Rο+m7,13 Ἐπειδὴ τῆς ἁμαρτίας ἠθέλησε τὸ μέγεθος δεῖξαι, μεῖζον δὲ ταύτης εἰς κακίαν οὐκ ἦν εὑρεῖν, δι' αὐτῆς ταύτης τὸ μέγεθος αὐτῆς ἐνδεικνύμενός φησιν· ἀλλ' ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, τοῦτ' ἔστιν ἵνα ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος καὶ ἡ ἰσχὺς αὐτῆς ἡ ἐν αὐτῇ, ἵνα ὅπερ ἐστὶν ὅλη ὡς ὅλη γένηται ἐκφανής. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπερβολήν τινα θέλοντες παραστῆσαι, δυνάμεθα ἄλλο τι ἐπιφέρειν τῷ διασυρομένῳ ὑφ' ἡμῶν, οἷον· μιαρὸς ἦν ἐπὶ τοσοῦτον ὁ Κάϊν, ὅτι καὶ ἀδελφοκτόνος ἐγένετο, ὅτι καὶ θεὸν πρῶτος ἐψεύσατο, καὶ τὰ ὅμοια. καὶ πάλιν· οὐδὲ μετὰ τὴν τῶν τεραστείων ἐπίδειξιν παρεκλήθη Φαραὼ ἀπολῦσαι τοὺς Ἰσραηλίτας, ἵνα φανῇ αὐτοῦ τὸ ὠμὸν καὶ ἀτίθασον τῆς γνώμης καὶ θεομισές. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἔστι γὰρ εὑρεῖν τι χεῖρον τῶν ὑποκειμένων οὗ καὶ μετασχόντες οἱ πονηρευόμενοι, τὰς κατ' ἐκεῖνο προσηγορίας ἐπιδέχονται. ἐπὶ δὲ τῆς ἁμαρτίας, ἐπεὶ ταύτης, ὡς ἔφημεν, οὐκ ἔστι χεῖρον εὑρεῖν, αὐτὴν ἐφ' ἑαυτῆς κατηγόρησε, πικρῶς ἅμα καὶ δριμέως τὸν ὄγκον αὐτῆς καὶ τὸ τυραννικὸν καὶ ἀνυπέρβλητον ἐνδεικνύμενος. ἐπειδὴ δὲ ἀσαφέστερόν πως ἔδοξεν εἰρῆσθαι τῇ ταυτολογίᾳ τοῦ ὀνόματος, πάλιν δὲ μεταλαμβανομένου τοῦ ὀνόματος ἡ τῆς ὑπερβολῆς καὶ δριμύτητος ἔνδειξις ἐξελύετο, παρονομάζει μέν, καὶ οὐ τελείως ἀφίσταται τοῦ ὀνόματος· ἐν ᾧ δὲ ἐκλελύσθαι ἐδόκει, τόνον ἐπάγει τῇ προσθήκῃ τοῦ καθ' ὑπερβολήν, καὶ οὕτως ἐπὶ τὸ σαφέστερον ἅμα καὶ ὁμοίως ἔντονον καὶ τοῦ δριμέως ἐμφαντικὸν μεταλαβὼν τὸν λόγον φησίν· ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία. 506 Rο+m7,14 Πνευματικός ἐστιν, ὅτι τὰ τοῦ πνεύματος βούλεται, τὰ συμφέροντα ζητεῖ τῆς ψυχῆς· ἐγὼ δὲ τὰς τῆς σαρκὸς ἐπιθυμίας διώκων σαρκικός εἰμι. οὐκ εἶπεν δὲ ὅτι ὑμεῖς οἱ τῷ νόμῳ χρώμενοι καὶ παραβαίνοντες, ἵνα μὴ τραχὺν καὶ ἐπαχθῆ τὸν λόγον ποιήσῃ· ἀλλ' ἐγώ, φησί, τὰ ἐκείνων ἐφ' ἑαυτοῦ σχηματίζων, καὶ ἐφεξῆς δὲ οὕτω ποιεῖ, τὸ τραχὺ καὶ σφοδρὸν ἐκλύων καὶ λεαίνων τῇ περὶ αὐτὸν σχηματολογίᾳ. Rο+m7,15-20 Μετὰ γὰρ τὸ πραθῆναι καὶ γενέσθαι τὸν ἄνθρωπον ὑπὸ τὴν ἁμαρτίαν, οὐ γινώσκει ὃ κατεργάζεται, τῆς συνηθείας τῆς αἰσχρᾶς παντελῶς αὐτοῦ κυριευσάσης, καὶ μηδὲ συγχωρούσης εἰδέναι ὅτι ὃ πράττει κακόν ἐστιν. διὸ καὶ ὃ ἐμίσει ἄν, εἰ ἄπρατος καὶ ἐλεύθερος ἦν, καὶ ὃ οὐκ ἂν εἵλετο, τοῦτο καὶ αἱρεῖται πεπραμένος ἤδη ὢν καὶ πράττει. εἰ δὲ νῦν ἐλεύθερος ὢν καὶ ἄπρατος, καὶ κατὰ φύσιν οὐκ ἂν εἱλόμην ἃ νῦν ποιῶ, συμμαρτυρῶ τῷ νόμῳ ὅτι καλός· ἐκεῖνα γάρ μοι ψηφίζεται φεύγειν, ἃ καὶ ἐγὼ ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ τυγχάνων ἔκρινα φευκτέα εἶναι καὶ μισητά. νῦν δὲ πραθείς, φησί, καὶ ὑπὸ τὴν ἁμαρτίαν πεσών, ὡς ὑπ' ἐκείνης δεσποζόμενος καὶ κυριευόμενος καὶ ἐκείνῃ ὑπηρετῶν, οὕτως ἐργάζομαι τὸ κακὸν ὅπερ οὐκ ἂν ἔπραξα ἐγὼ ἐν ἐλευθερίᾳ ὤν· διὸ τρόπον τινὰ οὐκ ἐργάζομαι αὐτὸ ἐγώ,