δὲ οὐδαμοῦ· οὕτως γὰρ ἂν αὐτὸ ἑαυτοῦ διεσπασμένον εἴη καὶ χωρίς, εἴπερ τὸ μὲν αὐτοῦ πανταχοῦ καὶ ἐν πᾶσι, τὸ δὲ οὐδαμοῦ καὶ πρὸ τῶν πάντων· ἀλλ' ὅλον πανταχοῦ, καὶ οὐδαμοῦ ὡσαύτως. καὶ γὰρ τὰ μετέχειν αὐτοῦ δυνάμενα ὅλῳ ἐντυγχάνει καὶ ὅλον ἑαυτοῖς εὑρίσκει παρόν, κἀκεῖνο ὅλον ἐξῄρηται· τὸ γὰρ μετασχὸν οὐκ ἐκεῖνο ἐν ἑαυτῷ κατέταξεν, ἀλλ' ἀπ' ἐκείνου μετέσχεν ὅσον χωρῆσαι δεδύνηται. καὶ οὔτε τῷ μεταδιδόναι ἑαυτοῦ στενο χωρεῖται ταῖς τῶν πλειόνων μεθέξεσι, χωρὶς ὄν· οὔτε τὰ μετέ χοντα ἐλλιπῶς μεταλαγχάνει, πανταχοῦ ὄντος τοῦ μεταδιδόντος. 99 Πᾶν ἀμέθεκτον, ᾗ ἀμέθεκτόν ἐστι, ταύτῃ ἀπ' ἄλλης αἰτίας οὐχ ὑφίσταται, ἀλλ' αὐτὸ ἀρχή ἐστι καὶ αἰτία τῶν μετεχομένων πάντων· καὶ οὕτως ἀρχὴ πᾶσα καθ' ἑκάστην σειρὰν ἀγένητος. εἰ γάρ ἐστιν ἀμέθεκτον, ἐν τῇ οἰκείᾳ σειρᾷ τὸ πρωτεῖον ἔλαχε, καὶ οὐ πρόεισιν ἀπ' ἄλλων· οὐ γὰρ ἂν εἴη πρῶτον ἔτι, τὴν ἰδιότητα ταύτην, καθ' ἥν ἐστιν ἀμέθεκτον, παρ' ἄλλου τινὸς ὑποδεχόμενον. εἰ δὲ ἄλλων ἐστὶ καταδεέστερον καὶ ἀπ' ἐκείνων πρόεισιν, οὐχ ᾗ ἀμέθεκτόν ἐστι, ταύτῃ πρόεισιν, ἀλλ' ᾗ μετέχον. ἀφ' ὧν γὰρ ὥρμηται, τούτων δήπου μετέχει, καὶ ὧν μετέχει, ταῦτα οὐκ ἔστι πρώτως· ὃ δὲ ἀμεθέκτως ἐστί, τοῦτο πρώτως ἐστίν· οὐκ ἄρα ᾗ ἀμέθεκτον, ταύτῃ ἀπ' αἰτίας ἐστίν. ᾗ μὲν γὰρ ἀπ' αἰτίας, μετέχον ἐστὶ καὶ οὐκ ἀμέθεκτον· ᾗ δὲ ἀμέθεκτον, μετεχομένων αἴτιον, ἀλλ' οὐκ αὐτὸ μετέχον ἄλλων. 100 Πᾶσα μὲν σειρὰ τῶν ὅλων εἰς ἀμέθεκτον ἀρχὴν καὶ αἰτίαν ἀνατείνεται, πάντα δὲ τὰ ἀμέθεκτα τῆς μιᾶς ἐξέχεται τῶν πάντων ἀρχῆς. εἰ γὰρ ἑκάστη σειρὰ ταὐτόν τι πέπονθεν, ἔστι τι ἐν ἑκάστῃ ἡγεμονοῦν τὸ τῆς ταυτότητος αἴτιον· ὡς γὰρ τὰ ὄντα πάντα ἀφ' ἑνός, οὕτω καὶ πᾶσα σειρὰ ἀφ' ἑνός. πᾶσαι δὲ αὖ αἱ ἀμέθεκτοι μονάδες εἰς τὸ ἓν ἀνάγονται, διότι πᾶσαι τῷ ἑνὶ ἀνάλογον· ᾗ οὖν ταὐτόν τι καὶ αὗται πεπόνθασι, τὴν πρὸς τὸ ἓν ἀναλογίαν, ταύτῃ εἰς τὸ ἓν αὐταῖς ἡ ἀναγωγὴ γίνεται. καὶ ᾗ μὲν ἀπὸ τοῦ ἑνὸς πᾶσαι, οὐδεμία τούτων ἀρχή ἐστιν, ἀλλ' ὡς ἀπ' ἀρχῆς ἐκείνης· ᾗ δὲ ἑκάστη ἀμέθεκτος, ταύτῃ ἀρχὴ ἑκάστη. τινῶν οὖν ἀρχαὶ οὖσαι τῆς πάντων ἀρχῆς ἐξέχονται. πάντων γὰρ ἀρχή ἐστιν ἧς πάντα μετείληφε· μετείληφε δὲ μόνου πάντα τοῦ πρώτου, τῶν δὲ ἄλλων οὐ πάντα, ἀλλὰ τινά. διὸ καὶ τὸ ἁπλῶς πρῶτον ἐκεῖνο, τὰ δὲ ἄλλα πρὸς τινὰ μὲν τάξιν ἐστὶ πρῶτα, ἁπλῶς δὲ οὐ πρῶτα. 101 Πάντων τῶν νοῦ μετεχόντων ἡγεῖται ὁ ἀμέθεκτος νοῦς, καὶ τῶν τῆς ζωῆς ἡ ζωή, καὶ τῶν τοῦ ὄντος τὸ ὄν· αὐτῶν δὲ τούτων τὸ μὲν ὂν πρὸ τῆς ζωῆς, ἡ δὲ ζωὴ πρὸ τοῦ νοῦ. διότι μὲν γὰρ ἐν ἑκάστῃ τάξει τῶν ὄντων πρὸ τῶν μετεχομένων ἐστὶ τὰ ἀμέθεκτα, δεῖ πρὸ τῶν νοερῶν εἶναι τὸν νοῦν καὶ πρὸ τῶν ζώντων τὴν ζωὴν καὶ πρὸ τῶν ὄντων τὸ ὄν. διότι δὲ προηγεῖται τὸ τῶν πλειόνων αἴτιον ἢ τὸ τῶν ἐλαττόνων, ἐν ἐκείνοις τὸ μὲν ὂν ἔσται πρώτιστον· πᾶσι γὰρ πάρεστιν, οἷς ζωὴ καὶ νοῦς (ζῶν γὰρ πᾶν καὶ νοήσεως μετέχον ἔστιν ἐξ ἀνάγκης), οὐκ ἔμπαλιν δέ (οὐ γὰρ τὰ ὄντα πάντα ζῇ καὶ νοεῖ). δευτέρα δὲ ἡ ζωή· πᾶσι γάρ, οἷς νοῦ μέτεστι, καὶ ζωῆς μέτεστιν, οὐκ ἔμπαλιν δέ· πολλὰ γὰρ ζῇ μέν, γνώσεως δὲ ἄμοιρα ἀπολείπεται. τρίτος δὲ ὁ νοῦς· πᾶν γὰρ τὸ γνωστικὸν ὁπωσοῦν καὶ ζῇ καὶ ἔστιν. εἰ οὖν πλειόνων αἴτιον τὸ ὄν, ἐλαττόνων δὲ ἡ ζωή, καὶ ἔτι ἐλαττόνων ὁ νοῦς, πρώτιστον τὸ ὄν, εἶτα ζωή, εἶτα νοῦς. 102 Πάντα μὲν τὰ ὁπωσοῦν ὄντα ἐκ πέρατός ἐστι καὶ ἀπείρου διὰ τὸ πρώτως ὄν· πάντα δὲ τὰ ζῶντα ἑαυτῶν κινητικά ἐστι διὰ τὴν ζωὴν τὴν πρώτην· πάντα δὲ τὰ γνωστικὰ γνώσεως μετέχει διὰ τὸν νοῦν τὸν πρῶτον. εἰ γὰρ τὸ καθ' ἑκάστην σειρὰν ἀμέθεκτον τῆς οἰκείας ἰδιότη τος πᾶσι τοῖς ὑπὸ τὴν αὐτὴν σειρὰν μεταδίδωσι, δῆλον δὴ ὅτι καὶ τὸ ὂν τὸ πρώτιστον μεταδίδωσι πᾶσι πέρατος ἅμα καὶ ἀπειρίας, μικτὸν ὑπάρχον ἐκ τούτων πρώτως· καὶ ἡ ζωὴ τῆς παρ' ἑαυτῇ κινήσεως (καὶ γὰρ ἡ ζωὴ πρώτη πρόοδός ἐστι καὶ κίνησις ἀπὸ τῆς μονίμου τοῦ ὄντος ὑποστάσεως)· καὶ ὁ νοῦς τῆς γνώσεως (πάσης γὰρ γνώσεως ἡ ἀκρότης ἐστὶν ἐν νῷ, καὶ νοῦς τὸ πρώτως γνωστικόν). 103 Πάντα ἐν πᾶσιν, οἰκείως δὲ ἐν ἑκάστῳ· καὶ γὰρ ἐν τῷ ὄντι καὶ ἡ ζωὴ καὶ ὁ νοῦς, καὶ ἐν τῇ ζωῇ τὸ εἶναι καὶ τὸ νοεῖν, καὶ ἐν τῷ νῷ τὸ εἶναι καὶ τὸ ζῆν, ἀλλ' ὅπου μὲν νοερῶς, ὅπου δὲ ζωτικῶς, ὅπου δὲ ὄντως ὄντα